Reader
Reader | Odyssey, Book 23
Odyssey
Homer
Text
Position
Line 1 of 372
Waypoints
| Line Ref | A. T. Murray | Ancient Greek |
|---|---|
| 1 | Primary γρηῢς δʼ εἰς ὑπερῷʼ ἀνεβήσετο καγχαλόωσα, |
| 2 | Primary δεσποίνῃ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα· |
| 3 | Primary γούνατα δʼ ἐρρώσαντο, πόδες δʼ ὑπερικταίνοντο. |
| 4 | Primary στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν· |
| 5 | Primary ἔγρεο, Πηνελόπεια, φίλον τέκος, ὄφρα ἴδηαι |
| 6 | Primary ὀφθαλμοῖσι τεοῖσι τά τʼ ἔλδεαι ἤματα πάντα. |
| 7 | Primary ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὀψέ περ ἐλθών. |
| 8 | Primary μνηστῆρας δʼ ἔκτεινεν ἀγήνορας, οἵ θʼ ἑὸν οἶκον |
| 9 | Primary κήδεσκον καὶ κτήματʼ ἔδον βιόωντό τε παῖδα. |
| 10 | Primary τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· |
| 11 | Primary μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανται |
| 12 | Primary ἄφρονα ποιῆσαι καὶ ἐπίφρονά περ μάλʼ ἐόντα, |
| 13 | Primary καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν· |
| 14 | Primary οἵ σέ περ ἔβλαψαν· πρὶν δὲ φρένας αἰσίμη ἦσθα. |
| 15 | Primary τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν |
| 16 | Primary ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μʼ ἀνεγείρεις |
| 17 | Primary ἡδέος, ὅς μʼ ἐπέδησε φίλα βλέφαρʼ ἀμφικαλύψας; |
| 18 | Primary οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ Ὀδυσσεὺς |
| 19 | Primary ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν. |
| 20 | Primary ἀλλʼ ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε. |
| 21 | Primary εἰ γάρ τίς μʼ ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι, |
| 22 | Primary ταῦτʼ ἐλθοῦσʼ ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρεν, |
| 23 | Primary τῷ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαι |
| 24 | Primary αὖτις ἔσω μέγαρον· σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει. |
| 25 | Primary τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια· |
| 26 | Primary οὔ τί σε λωβεύω, τέκνον φίλον, ἀλλʼ ἔτυμόν τοι |
| 27 | Primary ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω, |
| 28 | Primary ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι. |
| 29 | Primary Τηλέμαχος δʼ ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα, |
| 30 | Primary ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν, |
| 31 | Primary ὄφρʼ ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων. |
| 32 | Primary ὣς ἔφαθʼ, ἡ δʼ ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα |
| 33 | Primary γρηῒ περιπλέχθη, βλεφάρων δʼ ἀπὸ δάκρυον ἧκεν· |
| 34 | Primary καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· |
| 35 | Primary εἰ δʼ ἄγε δή μοι, μαῖα φίλη, νημερτὲς ἐνίσπες, |
| 36 | Primary εἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται, ὡς ἀγορεύεις, |
| 37 | Primary ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε |
| 38 | Primary μοῦνος ἐών, οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔμιμνον. |
| 39 | Primary τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια· |
| 40 | Primary οὐκ ἴδον, οὐ πυθόμην, ἀλλὰ στόνον οἶον ἄκουσα |
| 41 | Primary κτεινομένων· ἡμεῖς δὲ μυχῷ θαλάμων εὐπήκτων |
| 42 | Primary ἥμεθʼ ἀτυζόμεναι, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι, |
| 43 | Primary πρίν γʼ ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσε |
| 44 | Primary Τηλέμαχος· τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι. |
| 45 | Primary εὗρον ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν |
| 46 | Primary ἑσταόθʼ· οἱ δέ μιν ἀμφί, κραταίπεδον οὖδας ἔχοντες, |
| 47 | Primary κείατʼ ἐπʼ ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθης. |
| 48 | Primary νῦν δʼ οἱ μὲν δὴ πάντες ἐπʼ αὐλείῃσι θύρῃσιν |
| 50 | Primary ἀθρόοι, αὐτὰρ ὁ δῶμα θεειοῦται περικαλλές, |
| 51 | Primary πῦρ μέγα κηάμενος· σὲ δέ με προέηκε καλέσσαι. |
| 52 | Primary ἀλλʼ ἕπευ, ὄφρα σφῶϊν ἐϋφροσύνης ἐπιβῆτον |
| 53 | Primary ἀμφοτέρω φίλον ἦτορ, ἐπεὶ κακὰ πολλὰ πέποσθε. |
| 54 | Primary νῦν δʼ ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται· |
| 55 | Primary ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲ |
| 56 | Primary καὶ παῖδʼ ἐν μεγάροισι· κακῶς δʼ οἵ πέρ μιν ἔρεζον |
| 57 | Primary μνηστῆρες, τοὺς πάντας ἐτίσατο ᾧ ἐνὶ οἴκῳ. |
| 58 | Primary τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· |
| 59 | Primary μαῖα φίλη, μή πω μέγʼ ἐπεύχεο καγχαλόωσα. |
| 60 | Primary οἶσθα γὰρ ὥς κʼ ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη |
| 61 | Primary πᾶσι, μάλιστα δʼ ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα· |
| 62 | Primary ἀλλʼ οὐκ ἔσθʼ ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις, |
| 63 | Primary ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυούς, |
| 64 | Primary ὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακὰ ἔργα. |
| 65 | Primary οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων, |
| 66 | Primary οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο· |
| 67 | Primary τῷ διʼ ἀτασθαλίας ἔπαθον κακόν· αὐτὰρ Ὀδυσσεὺς |
| 68 | Primary ὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δʼ αὐτός. |
| 69 | Primary τὴν δʼ ἠμείβετʼ ἔπειτα φίλη τροφὸς Εὐρύκλεια· |
| 70 | Primary τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων, |
| 71 | Primary ἣ πόσιν ἔνδον ἐόντα παρʼ ἐσχάρῃ οὔ ποτʼ ἔφησθα |
| 72 | Primary οἴκαδʼ ἐλεύσεσθαι· θυμὸς δέ τοι αἰὲν ἄπιστος. |
| 73 | Primary ἀλλʼ ἄγε τοι καὶ σῆμα ἀριφραδὲς ἄλλο τι εἴπω, |
| 74 | Primary οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι. |
| 75 | Primary τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτῇ |
| 76 | Primary εἰπέμεν· ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν |
| 77 | Primary οὐκ ἔα εἰπέμεναι πολυϊδρείῃσι νόοιο. |
| 78 | Primary ἀλλʼ ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς, |
| 79 | Primary αἴ κέν σʼ ἐξαπάφω, κτεῖναί μʼ οἰκτίστῳ ὀλέθρῳ. |
| 80 | Primary τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια· |
| 81 | Primary μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων |
| 82 | Primary δήνεα εἴρυσθαι, μὰλα περ πολύϊδριν ἐοῦσαν. |
| 83 | Primary ἀλλʼ ἔμπης ἴομεν μετὰ παῖδʼ ἐμόν, ὄφρα ἴδωμαι |
| 84 | Primary ἄνδρας μνηστῆρας τεθνηότας, ἠδʼ ὃς ἔπεφνεν. |
| 85 | Primary ὣς φαμένη κατέβαινʼ ὑπερώϊα· πολλὰ δέ οἱ κῆρ |
| 86 | Primary ὥρμαινʼ, ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι, |
| 87 | Primary ἦ παρστᾶσα κύσειε κάρη καὶ χεῖρε λαβοῦσα. |
| 88 | Primary ἡ δʼ ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβη λάϊνον οὐδόν, |
| 89 | Primary ἕζετʼ ἔπειτʼ Ὀδυσῆος ἐναντίη, ἐν πυρὸς αὐγῇ, |
| 90 | Primary τοίχου τοῦ ἑτέρου· ὁ δʼ ἄρα πρὸς κίονα μακρὴν |
| 91 | Primary ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι |
| 92 | Primary ἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν. |
| 93 | Primary ἡ δʼ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν· |
| 94 | Primary ὄψει δʼ ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν, |
| 95 | Primary ἄλλοτε δʼ ἀγνώσασκε κακὰ χροῒ εἵματʼ ἔχοντα. |
| 96 | Primary Τηλέμαχος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· |
| 97 | Primary μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα, |
| 98 | Primary τίφθʼ οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρʼ αὐτὸν |
| 99 | Primary ἑζομένη μύθοισιν ἀνείρεαι οὐδὲ μεταλλᾷς; |
| 100 | Primary οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ |
| 101 | Primary ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας |
| 102 | Primary ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν· |
| 103 | Primary σοὶ δʼ αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο. |
| 104 | Primary τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· |
| 105 | Primary τέκνον ἐμόν, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν, |
| 106 | Primary οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδʼ ἐρέεσθαι |
| 107 | Primary οὐδʼ εἰς ὦπα ἰδέσθαι ἐναντίον. εἰ δʼ ἐτεὸν δὴ |
| 108 | Primary ἔστʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ἦ μάλα νῶϊ |
| 109 | Primary γνωσόμεθʼ ἀλλήλων καὶ λώϊον· ἔστι γὰρ ἡμῖν |
| 110 | Primary σήμαθʼ, ἃ δὴ καὶ νῶϊ κεκρυμμένα ἴδμεν ἀπʼ ἄλλων. |
| 111 | Primary ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, |
| 112 | Primary αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα· |
| 113 | Primary Τηλέμαχʼ, ἦ τοι μητέρʼ ἐνὶ μεγάροισιν ἔασον |
| 114 | Primary πειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον. |
| 115 | Primary νῦν δʼ ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι, |
| 116 | Primary τοὔνεκʼ ἀτιμάζει με καὶ οὔ πω φησὶ τὸν εἶναι. |
| 117 | Primary ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται. |
| 118 | Primary καὶ γάρ τίς θʼ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ, |
| 119 | Primary ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω, |
| 120 | Primary φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν· |
| 121 | Primary ἡμεῖς δʼ ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγʼ ἄριστοι |
| 122 | Primary κούρων εἰν Ἰθάκῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα. |
| 123 | Primary τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· |
| 124 | Primary αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστην |
| 125 | Primary μῆτιν ἐπʼ ἀνθρώπους φάσʼ ἔμμεναι, οὐδέ κέ τίς τοι |
| 126 | Primary ἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων. |
| 127 | Primary ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι |
| 128 | Primary ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστιν. |
| 129 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς |
| 130 | Primary τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα. |
| 131 | Primary πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας, |
| 132 | Primary δμῳὰς δʼ ἐν μεγάροισιν ἀνώγετε εἵμαθʼ ἑλέσθαι· |
| 133 | Primary αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν |
| 134 | Primary ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο, |
| 135 | Primary ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων, |
| 136 | Primary ἢ ἀνʼ ὁδὸν στείχων, ἢ οἳ περιναιετάουσι· |
| 137 | Primary μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται |
| 138 | Primary ἀνδρῶν μνηστήρων, πρίν γʼ ἡμέας ἐλθέμεν ἔξω |
| 139 | Primary ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δʼ ἔπειτα |
| 140 | Primary φρασσόμεθʼ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ. |
| 141 | Primary ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο |
| 142 | Primary πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας, |
| 143 | Primary ὅπλισθεν δὲ γυναῖκες· ὁ δʼ εἵλετο θεῖος ἀοιδὸς |
| 144 | Primary φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσε |
| 145 | Primary μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο. |
| 146 | Primary τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν |
| 147 | Primary ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν. |
| 148 | Primary ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων· |
| 149 | Primary ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν· |
| 150 | Primary σχετλίη, οὐδʼ ἔτλη πόσιος οὗ κουριδίοιο |
| 151 | Primary εἴρυσθαι μέγα δῶμα διαμπερές, ἧος ἵκοιτο. |
| 152 | Primary ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο. |
| 153 | Primary αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ |
| 154 | Primary Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ, |
| 155 | Primary ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα· |
| 156 | Primary αὐτὰρ κὰκ κεφαλῆς κάλλος πολὺ χεῦεν Ἀθήνη |
| 157 | Primary μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα· κὰδ δὲ κάρητος |
| 158 | Primary οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας. |
| 159 | Primary ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ |
| 160 | Primary ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη |
| 161 | Primary τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει· |
| 162 | Primary ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε καὶ ὤμοις. |
| 163 | Primary ἐκ δʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος· |
| 164 | Primary ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη, |
| 165 | Primary ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε· |
| 166 | Primary δαιμονίη, περί σοί γε γυναικῶν θηλυτεράων |
| 167 | Primary κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματʼ ἔχοντες· |
| 168 | Primary οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ |
| 169 | Primary ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας |
| 170 | Primary ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. |
| 171 | Primary ἀλλʼ ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς |
| 172 | Primary λέξομαι· ἦ γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶ ἦτορ. |
| 173 | Primary τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· |
| 174 | Primary δαιμόνιʼ, οὔτʼ ἄρ τι μεγαλίζομαι οὔτʼ ἀθερίζω |
| 175 | Primary οὔτε λίην ἄγαμαι, μάλα δʼ εὖ οἶδʼ οἷος ἔησθα |
| 176 | Primary ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο. |
| 177 | Primary ἀλλʼ ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια, |
| 178 | Primary ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥʼ αὐτὸς ἐποίει· |
| 179 | Primary ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετʼ εὐνήν, |
| 180 | Primary κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα. |
| 181 | Primary ὣς ἄρʼ ἔφη πόσιος πειρωμένη· αὐτὰρ Ὀδυσσεὺς |
| 182 | Primary ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν· |
| 183 | Primary ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες· |
| 184 | Primary τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴη |
| 185 | Primary καὶ μάλʼ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν |
| 186 | Primary ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ. |
| 187 | Primary ἀνδρῶν δʼ οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλʼ ἡβῶν, |
| 188 | Primary ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται |
| 189 | Primary ἐν λέχει ἀσκητῷ· τὸ δʼ ἐγὼ κάμον οὐδέ τις ἄλλος. |
| 190 | Primary θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός, |
| 191 | Primary ἀκμηνὸς θαλέθων· πάχετος δʼ ἦν ἠΰτε κίων. |
| 192 | Primary τῷ δʼ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρʼ ἐτέλεσσα, |
| 193 | Primary πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα, |
| 194 | Primary κολλητὰς δʼ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας. |
| 195 | Primary καὶ τότʼ ἔπειτʼ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης, |
| 196 | Primary κορμὸν δʼ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ |
| 197 | Primary εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα, |
| 198 | Primary ἑρμῖνʼ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ. |
| 199 | Primary ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρʼ ἐτέλεσσα, |
| 200 | Primary δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι· |
| 201 | Primary ἐκ δʼ ἐτάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν. |
| 202 | Primary οὕτω τοι τόδε σῆμα πιφαύσκομαι· οὐδέ τι οἶδα, |
| 203 | Primary ἤ μοι ἔτʼ ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη |
| 204 | Primary ἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμένʼ ἐλαίης. |
| 205 | Primary ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, |
| 206 | Primary σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς· |
| 207 | Primary δακρύσασα δʼ ἔπειτʼ ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας |
| 208 | Primary δειρῇ βάλλʼ Ὀδυσῆϊ, κάρη δʼ ἔκυσʼ ἠδὲ προσηύδα· |
| 209 | Primary μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα |
| 210 | Primary ἀνθρώπων πέπνυσο· θεοὶ δʼ ὤπαζον ὀϊζύν, |
| 211 | Primary οἳ νῶϊν ἀγάσαντο παρʼ ἀλλήλοισι μένοντε |
| 212 | Primary ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι. |
| 213 | Primary αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα, |
| 214 | Primary οὕνεκά σʼ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδʼ ἀγάπησα. |
| 215 | Primary αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν |
| 216 | Primary ἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσιν |
| 217 | Primary ἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν. |
| 218 | Primary οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα, |
| 219 | Primary ἀνδρὶ παρʼ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ, |
| 220 | Primary εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν |
| 221 | Primary ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδʼ ἔμελλον. |
| 222 | Primary τὴν δʼ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές· |
| 223 | Primary τὴν δʼ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ |
| 224 | Primary λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος. |
| 225 | Primary νῦν δʼ, ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξας |
| 226 | Primary εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει, |
| 227 | Primary ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη, |
| 228 | Primary Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ, |
| 229 | Primary ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο, |
| 230 | Primary πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλʼ ἐόντα. |
| 231 | Primary ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο· |
| 232 | Primary κλαῖε δʼ ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν. |
| 233 | Primary ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ, |
| 234 | Primary ὧν τε Ποσειδάων εὐεργέα νῆʼ ἐνὶ πόντῳ |
| 235 | Primary ῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ· |
| 236 | Primary παῦροι δʼ ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε |
| 237 | Primary νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη, |
| 238 | Primary ἀσπάσιοι δʼ ἐπέβαν γαίης, κακότητα φυγόντες· |
| 239 | Primary ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ, |
| 240 | Primary δειρῆς δʼ οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ. |
| 241 | Primary καί νύ κʼ ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς, |
| 242 | Primary εἰ μὴ ἄρʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη. |
| 243 | Primary νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δʼ αὖτε |
| 244 | Primary ῥύσατʼ ἐπʼ Ὠκεανῷ χρυσόθρονον, οὐδʼ ἔα ἵππους |
| 245 | Primary ζεύγνυσθʼ ὠκύποδας, φάος ἀνθρώποισι φέροντας, |
| 246 | Primary Λάμπον καὶ Φαέθονθʼ, οἵ τʼ Ἠῶ πῶλοι ἄγουσι. |
| 247 | Primary καὶ τότʼ ἄρʼ ἣν ἄλοχον προσέφη πολύμητις Ὀδυσσεύς |
| 248 | Primary ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατʼ ἀέθλων |
| 249 | Primary ἤλθομεν, ἀλλʼ ἔτʼ ὄπισθεν ἀμέτρητος πόνος ἔσται, |
| 250 | Primary πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι. |
| 251 | Primary ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο |
| 252 | Primary ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω, |
| 253 | Primary νόστον ἑταίροισιν διζήμενος ἠδʼ ἐμοὶ αὐτῷ. |
| 254 | Primary ἀλλʼ ἔρχευ, λέκτρονδʼ ἴομεν, γύναι, ὄφρα καὶ ἤδη |
| 255 | Primary ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε. |
| 256 | Primary τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· |
| 257 | Primary εὐνὴ μὲν δή σοί γε τότʼ ἔσσεται ὁππότε θυμῷ |
| 258 | Primary σῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι |
| 259 | Primary οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν· |
| 260 | Primary ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ, |
| 261 | Primary εἴπʼ ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀΐω, |
| 262 | Primary πεύσομαι, αὐτίκα δʼ ἐστὶ δαήμεναι οὔ τι χέρειον. |
| 263 | Primary τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· |
| 264 | Primary δαιμονίη, τί τʼ ἄρʼ αὖ με μάλʼ ὀτρύνουσα κελεύεις |
| 265 | Primary εἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι οὐδʼ ἐπικεύσω. |
| 266 | Primary οὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸς |
| 267 | Primary χαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἄνωγεν |
| 268 | Primary ἐλθεῖν, ἐν χείρεσσιν ἔχοντʼ εὐῆρες ἐρετμόν, |
| 269 | Primary εἰς ὅ κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν |
| 270 | Primary ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν· |
| 271 | Primary οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους, |
| 272 | Primary οὐδʼ εὐήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται. |
| 273 | Primary σῆμα δέ μοι τόδʼ ἔειπεν ἀριφραδές, οὐδέ σε κεύσω· |
| 274 | Primary ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης |
| 275 | Primary φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ, |
| 276 | Primary καὶ τότε μʼ ἐν γαίῃ πήξαντʼ ἐκέλευεν ἐρετμόν, |
| 277 | Primary ἔρξανθʼ ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι, |
| 278 | Primary ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον, |
| 279 | Primary οἴκαδʼ ἀποστείχειν, ἔρδειν θʼ ἱερὰς ἑκατόμβας |
| 280 | Primary ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, |
| 281 | Primary πᾶσι μάλʼ ἑξείης· θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ |
| 282 | Primary ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ |
| 283 | Primary γήρα’ ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ |
| 284 | Primary ὄλβιοι ἔσσονται· τὰ δέ μοι φάτο πάντα τελεῖσθαι. |
| 285 | Primary τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· |
| 286 | Primary εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον, |
| 287 | Primary ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι. |
| 288 | Primary ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· |
| 289 | Primary τόφρα δʼ ἄρʼ Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν |
| 290 | Primary ἐσθῆτος μαλακῆς, δαΐδων ὕπο λαμπομενάων. |
| 291 | Primary αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι, |
| 292 | Primary γρηῢς μὲν κείουσα πάλιν οἶκόνδε βεβήκει, |
| 293 | Primary τοῖσιν δʼ Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν |
| 294 | Primary ἐρχομένοισι λέχοσδε, δάος μετὰ χερσὶν ἔχουσα· |
| 295 | Primary ἐς θάλαμον δʼ ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειτα |
| 296 | Primary ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο· |
| 297 | Primary αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης |
| 298 | Primary παῦσαν ἄρʼ ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας, |
| 299 | Primary αὐτοὶ δʼ εὐνάζοντο κατὰ μέγαρα σκιόεντα. |
| 300 | Primary τὼ δʼ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς, |
| 301 | Primary τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε, |
| 302 | Primary ἡ μὲν ὅσʼ ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν, |
| 303 | Primary ἀνδρῶν μνηστήρων ἐσορῶσʼ ἀΐδηλον ὅμιλον, |
| 304 | Primary οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα, |
| 305 | Primary ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος· |
| 306 | Primary αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδεʼ ἔθηκεν |
| 307 | Primary ἀνθρώποις ὅσα τʼ αὐτὸς ὀϊζύσας ἐμόγησε, |
| 308 | Primary πάντʼ ἔλεγʼ· ἡ δʼ ἄρʼ ἐτέρπετʼ ἀκούουσʼ, οὐδέ οἱ ὕπνος |
| 309 | Primary πῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα. |
| 310 | Primary ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ, αὐτὰρ ἔπειτα |
| 311 | Primary ἦλθʼ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν· |
| 312 | Primary ἠδʼ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν |
| 313 | Primary ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδʼ ἐλέαιρεν· |
| 314 | Primary ἠδʼ ὡς Αἴολον ἵκεθʼ, ὅ μιν πρόφρων ὑπέδεκτο |
| 315 | Primary καὶ πέμπʼ, οὐδέ πω αἶσα φίλην ἐς πατρίδʼ ἱκέσθαι |
| 316 | Primary ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα |
| 317 | Primary πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα· |
| 318 | Primary ἠδʼ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν, |
| 319 | Primary οἳ νῆάς τʼ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους |
| 320 | Primary πάντας· Ὀδυσσεὺς δʼ οἶος ὑπέκφυγε νηῒ μελαίνῃ· |
| 321 | Primary καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε, |
| 322 | Primary ἠδʼ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα, |
| 323 | Primary ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο, |
| 324 | Primary νηῒ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους |
| 325 | Primary μητέρα θʼ, ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα· |
| 326 | Primary ἠδʼ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν, |
| 327 | Primary ὥς θʼ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν |
| 328 | Primary Σκύλλην θʼ, ἣν οὔ πώ ποτʼ ἀκήριοι ἄνδρες ἄλυξαν· |
| 329 | Primary ἠδʼ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι· |
| 330 | Primary ἠδʼ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ |
| 331 | Primary Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δʼ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι |
| 332 | Primary πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν· |
| 333 | Primary ὥς θʼ ἵκετʼ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ, |
| 334 | Primary ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι, |
| 335 | Primary ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκε |
| 336 | Primary θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα· |
| 337 | Primary ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν· |
| 338 | Primary ἠδʼ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας, |
| 339 | Primary οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο |
| 340 | Primary καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν, |
| 341 | Primary χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες. |
| 342 | Primary τοῦτʼ ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος |
| 343 | Primary λυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ. |
| 344 | Primary ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη· |
| 345 | Primary ὁππότε δή ῥʼ Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν |
| 346 | Primary εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου, |
| 347 | Primary αὐτίκʼ ἀπʼ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν |
| 348 | Primary ὦρσεν, ἵνʼ ἀνθρώποισι φόως φέροι· ὦρτο δʼ Ὀδυσσεὺς |
| 349 | Primary εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δʼ ἐπὶ μῦθον ἔτελλεν· |
| 350 | Primary ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθʼ ἀέθλων |
| 351 | Primary ἀμφοτέρω, σὺ μὲν ἐνθάδʼ ἐμὸν πολυκηδέα νόστον |
| 352 | Primary κλαίουσʼ. αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι |
| 353 | Primary ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης· |
| 354 | Primary νῦν δʼ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθʼ εὐνήν, |
| 355 | Primary κτήματα μὲν τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι, |
| 356 | Primary μῆλα δʼ ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν, |
| 357 | Primary πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δʼ Ἀχαιοὶ |
| 358 | Primary δώσουσʼ, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους. |
| 359 | Primary ἀλλʼ ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι, |
| 360 | Primary ὀψόμενος πατέρʼ ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται· |
| 361 | Primary σοὶ δέ, γύναι, τάδʼ ἐπιτέλλω, πινυτῇ περ ἐούσῃ· |
| 362 | Primary αὐτίκα γὰρ φάτις εἶσιν ἅμʼ ἠελίῳ ἀνιόντι |
| 363 | Primary ἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν· |
| 364 | Primary εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν |
| 365 | Primary ἧσθαι, μηδέ τινα προτιόσσεο μηδʼ ἐρέεινε. |
| 366 | Primary ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλά, |
| 367 | Primary ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην, |
| 368 | Primary πάντας δʼ ἔντεʼ ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι. |
| 369 | Primary οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ, |
| 370 | Primary ὤϊξαν δὲ θύρας, ἐκ δʼ ἤϊον· ἦρχε δʼ Ὀδυσσεύς. |
| 371 | Primary ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τοὺς δʼ ἄρʼ Ἀθήνη |
| 372 | Primary νυκτὶ κατακρύψασα θοῶς ἐξῆγε πόληος. |