Reader
Reader | Odyssey, Book 2
Odyssey
Homer
Text
Position
Line 1 of 434
Waypoints
| Line Ref | A. T. Murray | Ancient Greek |
|---|---|
| 1 | Primary ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, |
| 2 | Primary ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱὸς |
| 3 | Primary εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ, |
| 4 | Primary ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, |
| 5 | Primary βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην. |
| 6 | Primary αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε |
| 7 | Primary κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς. |
| 8 | Primary οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα. |
| 9 | Primary αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο, |
| 10 | Primary βῆ ῥʼ ἴμεν εἰς ἀγορήν, παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος, |
| 11 | Primary οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο. |
| 12 | Primary θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη. |
| 13 | Primary τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο· |
| 14 | Primary ἕζετο δʼ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες. |
| 15 | Primary τοῖσι δʼ ἔπειθʼ ἥρως Αἰγύπτιος ἦρχʼ ἀγορεύειν, |
| 16 | Primary ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη. |
| 17 | Primary καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμʼ ἀντιθέῳ Ὀδυσῆι |
| 18 | Primary Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν, |
| 19 | Primary Ἄντιφος αἰχμητής· τὸν δʼ ἄγριος ἔκτανε Κύκλωψ |
| 20 | Primary ἐν σπῆι γλαφυρῷ, πύματον δʼ ὡπλίσσατο δόρπον. |
| 21 | Primary τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει, |
| 22 | Primary Εὐρύνομος, δύο δʼ αἰὲν ἔχον πατρώια ἔργα. |
| 23 | Primary ἀλλʼ οὐδʼ ὣς τοῦ λήθετʼ ὀδυρόμενος καὶ ἀχεύων. |
| 24 | Primary τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε· |
| 25 | Primary κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω· |
| 26 | Primary οὔτε ποθʼ ἡμετέρη ἀγορὴ γένετʼ οὔτε θόωκος |
| 27 | Primary ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί. |
| 28 | Primary νῦν δὲ τίς ὧδʼ ἤγειρε; τίνα χρειὼ τόσον ἵκει |
| 29 | Primary ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν; |
| 30 | Primary ἠέ τινʼ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο, |
| 31 | Primary ἥν χʼ ἡμῖν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο; |
| 32 | Primary ἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδʼ ἀγορεύει; |
| 33 | Primary ἐσθλός μοι δοκεῖ εἶναι, ὀνήμενος. εἴθε οἱ αὐτῷ |
| 34 | Primary Ζεὺς ἀγαθὸν τελέσειεν, ὅτι φρεσὶν ᾗσι μενοινᾷ. |
| 35 | Primary ὣς φάτο, χαῖρε δὲ φήμῃ Ὀδυσσῆος φίλος υἱός, |
| 36 | Primary οὐδʼ ἄρʼ ἔτι δὴν ἧστο, μενοίνησεν δʼ ἀγορεύειν, |
| 37 | Primary στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ |
| 38 | Primary κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα εἰδώς. |
| 39 | Primary πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν· |
| 40 | Primary ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δʼ εἴσεαι αὐτός, |
| 41 | Primary ὃς λαὸν ἤγειρα· μάλιστα δέ μʼ ἄλγος ἱκάνει. |
| 42 | Primary οὔτε τινʼ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο, |
| 43 | Primary ἥν χʼ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην, |
| 44 | Primary οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδʼ ἀγορεύω, |
| 45 | Primary ἀλλʼ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκῳ |
| 46 | Primary δοιά· τὸ μὲν πατέρʼ ἐσθλὸν ἀπώλεσα, ὅς ποτʼ ἐν ὑμῖν |
| 47 | Primary τοίσδεσσιν βασίλευε, πατὴρ δʼ ὣς ἤπιος ἦεν· |
| 48 | Primary νῦν δʼ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα |
| 49 | Primary πάγχυ διαρραίσει, βίοτον δʼ ἀπὸ πάμπαν ὀλέσσει. |
| 50 | Primary μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ, |
| 51 | Primary τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι, |
| 52 | Primary οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι |
| 53 | Primary Ἰκαρίου, ὥς κʼ αὐτὸς ἐεδνώσαιτο θύγατρα, |
| 54 | Primary δοίη δʼ ᾧ κʼ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι· |
| 55 | Primary οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα, |
| 56 | Primary βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας |
| 57 | Primary εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον |
| 58 | Primary μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ, |
| 59 | Primary οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι. |
| 60 | Primary ἡμεῖς δʼ οὔ νύ τι τοῖοι ἀμυνέμεν· ἦ καὶ ἔπειτα |
| 61 | Primary λευγαλέοι τʼ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν. |
| 62 | Primary ἦ τʼ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη. |
| 63 | Primary οὐ γὰρ ἔτʼ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδʼ ἔτι καλῶς |
| 64 | Primary οἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί, |
| 65 | Primary ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους, |
| 66 | Primary οἳ περιναιετάουσι· θεῶν δʼ ὑποδείσατε μῆνιν, |
| 67 | Primary μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα. |
| 68 | Primary λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος, |
| 69 | Primary ἥ τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει· |
| 70 | Primary σχέσθε, φίλοι, καί μʼ οἶον ἐάσατε πένθεϊ λυγρῷ |
| 71 | Primary τείρεσθʼ, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς |
| 72 | Primary δυσμενέων κάκʼ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς, |
| 73 | Primary τῶν μʼ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες, |
| 74 | Primary τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη |
| 75 | Primary ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε. |
| 76 | Primary εἴ χʼ ὑμεῖς γε φάγοιτε, τάχʼ ἄν ποτε καὶ τίσις εἴη· |
| 77 | Primary τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ |
| 78 | Primary χρήματʼ ἀπαιτίζοντες, ἕως κʼ ἀπὸ πάντα δοθείη· |
| 79 | Primary νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ. |
| 80 | Primary ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ |
| 81 | Primary δάκρυʼ ἀναπρήσας· οἶκτος δʼ ἕλε λαὸν ἅπαντα. |
| 82 | Primary ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη |
| 83 | Primary Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν· |
| 84 | Primary Ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε· |
| 85 | Primary Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες |
| 86 | Primary ἡμέας αἰσχύνων· ἐθέλοις δέ κε μῶμον ἀνάψαι. |
| 87 | Primary σοὶ δʼ οὔ τι μνηστῆρες Ἀχαιῶν αἴτιοί εἰσιν, |
| 88 | Primary ἀλλὰ φίλη μήτηρ, ἥ τοι πέρι κέρδεα οἶδεν. |
| 89 | Primary ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δʼ εἶσι τέταρτον, |
| 90 | Primary ἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν. |
| 91 | Primary πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ |
| 92 | Primary ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ. |
| 93 | Primary ἡ δὲ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε· |
| 94 | Primary στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε, |
| 95 | Primary λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε· |
| 96 | Primary κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς, |
| 97 | Primary μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος |
| 98 | Primary ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται, |
| 99 | Primary Λαέρτῃ ἥρωι ταφήιον, εἰς ὅτε κέν μιν |
| 100 | Primary μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο, |
| 101 | Primary μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ. |
| 102 | Primary αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας. |
| 103 | Primary ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ. |
| 104 | Primary ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν, |
| 105 | Primary νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο. |
| 106 | Primary ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς· |
| 107 | Primary ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι, |
| 108 | Primary καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη, |
| 109 | Primary καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν. |
| 110 | Primary ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ ὑπʼ ἀνάγκης· |
| 111 | Primary σοὶ δʼ ὧδε μνηστῆρες ὑποκρίνονται, ἵνʼ εἰδῇς |
| 112 | Primary αὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί· |
| 113 | Primary μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι |
| 114 | Primary τῷ ὅτεῴ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ. |
| 115 | Primary εἰ δʼ ἔτʼ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν, |
| 116 | Primary τὰ φρονέουσʼ ἀνὰ θυμόν, ὅ οἱ πέρι δῶκεν Ἀθήνη |
| 117 | Primary ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰς |
| 118 | Primary κέρδεά θʼ, οἷʼ οὔ πώ τινʼ ἀκούομεν οὐδὲ παλαιῶν, |
| 119 | Primary τάων αἳ πάρος ἦσαν ἐυπλοκαμῖδες Ἀχαιαί, |
| 120 | Primary Τυρώ τʼ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη· |
| 121 | Primary τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ |
| 122 | Primary ᾔδη· ἀτὰρ μὲν τοῦτό γʼ ἐναίσιμον οὐκ ἐνόησε. |
| 123 | Primary τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματʼ ἔδονται, |
| 124 | Primary ὄφρα κε κείνη τοῦτον ἔχῃ νόον, ὅν τινά οἱ νῦν |
| 125 | Primary ἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτῇ |
| 126 | Primary ποιεῖτʼ, αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο. |
| 127 | Primary ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ, |
| 128 | Primary πρίν γʼ αὐτὴν γήμασθαι Ἀχαιῶν ᾧ κʼ ἐθέλῃσι. |
| 129 | Primary τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· |
| 130 | Primary Ἀντίνοʼ, οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπῶσαι |
| 131 | Primary ἥ μʼ ἔτεχʼ, ἥ μʼ ἔθρεψε· πατὴρ δʼ ἐμὸς ἄλλοθι γαίης, |
| 132 | Primary ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δέ με πόλλʼ ἀποτίνειν |
| 133 | Primary Ἰκαρίῳ, αἴ κʼ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω. |
| 134 | Primary ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων |
| 135 | Primary δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετʼ ἐρινῦς |
| 136 | Primary οἴκου ἀπερχομένη· νέμεσις δέ μοι ἐξ ἀνθρώπων |
| 137 | Primary ἔσσεται· ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω. |
| 138 | Primary ὑμέτερος δʼ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν, |
| 139 | Primary ἔξιτέ μοι μεγάρων, ἄλλας δʼ ἀλεγύνετε δαῖτας |
| 140 | Primary ὑμὰ κτήματʼ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους. |
| 141 | Primary εἰ δʼ ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον |
| 142 | Primary ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι, |
| 143 | Primary κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας, |
| 144 | Primary αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι. |
| 145 | Primary νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε. |
| 146 | Primary ὣς φάτο Τηλέμαχος, τῷ δʼ αἰετὼ εὐρύοπα Ζεὺς |
| 147 | Primary ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι. |
| 148 | Primary τὼ δʼ ἕως μέν ῥʼ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο |
| 149 | Primary πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν· |
| 150 | Primary ἀλλʼ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην, |
| 151 | Primary ἔνθʼ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά, |
| 152 | Primary ἐς δʼ ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δʼ ὄλεθρον· |
| 153 | Primary δρυψαμένω δʼ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς |
| 154 | Primary δεξιὼ ἤιξαν διά τʼ οἰκία καὶ πόλιν αὐτῶν. |
| 155 | Primary θάμβησαν δʼ ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν· |
| 156 | Primary ὥρμηναν δʼ ἀνὰ θυμὸν ἅ περ τελέεσθαι ἔμελλον. |
| 157 | Primary τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης |
| 158 | Primary Μαστορίδης· ὁ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο |
| 159 | Primary ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι· |
| 160 | Primary ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπε· |
| 161 | Primary κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω· |
| 162 | Primary μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω· |
| 163 | Primary τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται· οὐ γὰρ Ὀδυσσεὺς |
| 164 | Primary δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη |
| 165 | Primary ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει |
| 166 | Primary πάντεσσιν· πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται, |
| 167 | Primary οἳ νεμόμεσθʼ Ἰθάκην ἐυδείελον. ἀλλὰ πολὺ πρὶν |
| 168 | Primary φραζώμεσθʼ, ὥς κεν καταπαύσομεν· οἱ δὲ καὶ αὐτοὶ |
| 169 | Primary παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστιν. |
| 170 | Primary οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλʼ ἐὺ εἰδώς· |
| 171 | Primary καὶ γὰρ κείνῳ φημὶ τελευτηθῆναι ἅπαντα, |
| 172 | Primary ὥς οἱ ἐμυθεόμην, ὅτε Ἴλιον εἰσανέβαινον |
| 173 | Primary Ἀργεῖοι, μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς. |
| 174 | Primary φῆν κακὰ πολλὰ παθόντʼ, ὀλέσαντʼ ἄπο πάντας ἑταίρους, |
| 175 | Primary ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ |
| 176 | Primary οἴκαδʼ ἐλεύσεσθαι· τὰ δὲ δὴ νῦν πάντα τελεῖται. |
| 177 | Primary τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα· |
| 178 | Primary ὦ γέρον, εἰ δʼ ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσιν |
| 179 | Primary οἴκαδʼ ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω· |
| 180 | Primary ταῦτα δʼ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι. |
| 181 | Primary ὄρνιθες δέ τε πολλοὶ ὑπʼ αὐγὰς ἠελίοιο |
| 182 | Primary φοιτῶσʼ, οὐδέ τε πάντες ἐναίσιμοι· αὐτὰρ Ὀδυσσεὺς |
| 183 | Primary ὤλετο τῆλʼ, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ |
| 184 | Primary ὤφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες, |
| 185 | Primary οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδʼ ἀνιείης, |
| 186 | Primary σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν. |
| 187 | Primary ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· |
| 188 | Primary αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς |
| 189 | Primary παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν, |
| 190 | Primary αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται, |
| 191 | Primary πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε· |
| 192 | Primary σοὶ δέ, γέρον, θωὴν ἐπιθήσομεν, ἥν κʼ ἐνὶ θυμῷ |
| 193 | Primary τίνων ἀσχάλλῃς· χαλεπὸν δέ τοι ἔσσεται ἄλγος. |
| 194 | Primary Τηλεμάχῳ δʼ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός· |
| 195 | Primary μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι· |
| 196 | Primary οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα |
| 197 | Primary πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι. |
| 198 | Primary οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἷας Ἀχαιῶν |
| 199 | Primary μνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης, |
| 200 | Primary οὔτʼ οὖν Τηλέμαχον μάλα περ πολύμυθον ἐόντα, |
| 201 | Primary οὔτε θεοπροπίης ἐμπαζόμεθʼ, ἣν σύ, γεραιέ, |
| 202 | Primary μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δʼ ἔτι μᾶλλον. |
| 203 | Primary χρήματα δʼ αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτʼ ἶσα |
| 204 | Primary ἔσσεται, ὄφρα κεν ἥ γε διατρίβῃσιν Ἀχαιοὺς |
| 205 | Primary ὃν γάμον· ἡμεῖς δʼ αὖ ποτιδέγμενοι ἤματα πάντα |
| 206 | Primary εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετʼ ἄλλας |
| 207 | Primary ἐρχόμεθʼ, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ. |
| 208 | Primary τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· |
| 209 | Primary Εὐρύμαχʼ ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί, |
| 210 | Primary ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδʼ ἀγορεύω· |
| 211 | Primary ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί. |
| 212 | Primary ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους, |
| 213 | Primary οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον. |
| 214 | Primary εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα |
| 215 | Primary νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο, |
| 216 | Primary ἤν τίς μοι εἴπῃσι βροτῶν ἢ ὄσσαν ἀκούσω |
| 217 | Primary ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν· |
| 218 | Primary εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω, |
| 219 | Primary ἦ τʼ ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν· |
| 220 | Primary εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδʼ ἔτʼ ἐόντος, |
| 221 | Primary νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν |
| 222 | Primary σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω |
| 223 | Primary πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω. |
| 224 | Primary ἦ τοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη |
| 225 | Primary Μέντωρ, ὅς ῥʼ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος, |
| 226 | Primary καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα, |
| 227 | Primary πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν· |
| 228 | Primary ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· |
| 229 | Primary κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω· |
| 230 | Primary μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω |
| 231 | Primary σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς, |
| 232 | Primary ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι· |
| 233 | Primary ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο |
| 234 | Primary λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν. |
| 235 | Primary ἀλλʼ ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω |
| 236 | Primary ἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο· |
| 237 | Primary σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως |
| 238 | Primary οἶκον Ὀδυσσῆος, τὸν δʼ οὐκέτι φασὶ νέεσθαι. |
| 239 | Primary νῦν δʼ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες |
| 240 | Primary ἧσθʼ ἄνεῳ, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι |
| 241 | Primary παύρους μνηστῆρας καταπαύετε πολλοὶ ἐόντες. |
| 242 | Primary τὸν δʼ Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα· |
| 243 | Primary Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες |
| 244 | Primary ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ |
| 245 | Primary ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί. |
| 246 | Primary εἴ περ γάρ κʼ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν |
| 247 | Primary δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς |
| 248 | Primary ἐξελάσαι μεγάροιο μενοινήσειʼ ἐνὶ θυμῷ, |
| 249 | Primary οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα, |
| 250 | Primary ἐλθόντʼ, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι, |
| 251 | Primary εἰ πλεόνεσσι μάχοιτο· σὺ δʼ οὐ κατὰ μοῖραν ἔειπες. |
| 252 | Primary ἀλλʼ ἄγε, λαοὶ μὲν σκίδνασθʼ ἐπὶ ἔργα ἕκαστος, |
| 253 | Primary τούτῳ δʼ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδʼ Ἁλιθέρσης, |
| 254 | Primary οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι. |
| 255 | Primary ἀλλʼ ὀίω, καὶ δηθὰ καθήμενος ἀγγελιάων |
| 256 | Primary πεύσεται εἰν Ἰθάκῃ, τελέει δʼ ὁδὸν οὔ ποτε ταύτην. |
| 257 | Primary ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν. |
| 258 | Primary οἱ μὲν ἄρʼ ἐσκίδναντο ἑὰ πρὸς δώμαθʼ ἕκαστος, |
| 259 | Primary μνηστῆρες δʼ ἐς δώματʼ ἴσαν θείου Ὀδυσῆος. |
| 260 | Primary Τηλέμαχος δʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης, |
| 261 | Primary χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετʼ Ἀθήνῃ· |
| 262 | Primary κλῦθί μευ, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ |
| 263 | Primary καί μʼ ἐν νηὶ κέλευσας ἐπʼ ἠεροειδέα πόντον |
| 264 | Primary νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο |
| 265 | Primary ἔρχεσθαι· τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί, |
| 266 | Primary μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες. |
| 267 | Primary ὣς ἔφατʼ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη, |
| 268 | Primary Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν, |
| 269 | Primary καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· |
| 270 | Primary Τηλέμαχʼ, οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων, |
| 271 | Primary εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ, |
| 272 | Primary οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε· |
| 273 | Primary οὔ τοι ἔπειθʼ ἁλίη ὁδὸς ἔσσεται οὐδʼ ἀτέλεστος. |
| 274 | Primary εἰ δʼ οὐ κείνου γʼ ἐσσὶ γόνος καὶ Πηνελοπείης, |
| 275 | Primary οὐ σέ γʼ ἔπειτα ἔολπα τελευτήσειν, ἃ μενοινᾷς. |
| 276 | Primary παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται, |
| 277 | Primary οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους. |
| 278 | Primary ἀλλʼ ἐπεὶ οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων, |
| 279 | Primary οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν, |
| 280 | Primary ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα. |
| 281 | Primary τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε |
| 282 | Primary ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι· |
| 283 | Primary οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν, |
| 284 | Primary ὃς δή σφι σχεδόν ἐστιν, ἐπʼ ἤματι πάντας ὀλέσθαι. |
| 285 | Primary σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς· |
| 286 | Primary τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι, |
| 287 | Primary ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμʼ ἕψομαι αὐτός. |
| 288 | Primary ἀλλὰ σὺ μὲν πρὸς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει, |
| 289 | Primary ὅπλισσόν τʼ ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα, |
| 290 | Primary οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν, |
| 291 | Primary δέρμασιν ἐν πυκινοῖσιν· ἐγὼ δʼ ἀνὰ δῆμον ἑταίρους |
| 292 | Primary αἶψʼ ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες |
| 293 | Primary πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί· |
| 294 | Primary τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη, |
| 295 | Primary ὦκα δʼ ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ. |
| 296 | Primary ὣς φάτʼ Ἀθηναίη κούρη Διός· οὐδʼ ἄρʼ ἔτι δὴν |
| 297 | Primary Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν. |
| 298 | Primary βῆ δʼ ἰέναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ, |
| 299 | Primary εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν, |
| 300 | Primary αἶγας ἀνιεμένους σιάλους θʼ εὕοντας ἐν αὐλῇ. |
| 301 | Primary Ἀντίνοος δʼ ἰθὺς γελάσας κίε Τηλεμάχοιο, |
| 302 | Primary ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· |
| 303 | Primary Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι ἄλλο |
| 304 | Primary ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε, |
| 305 | Primary ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ. |
| 306 | Primary ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί, |
| 307 | Primary νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι |
| 308 | Primary ἐς Πύλον ἠγαθέην μετʼ ἀγαυοῦ πατρὸς ἀκουήν. |
| 309 | Primary τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· |
| 310 | Primary Ἀντίνοʼ, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθʼ ὑμῖν |
| 311 | Primary δαίνυσθαί τʼ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον. |
| 312 | Primary ἦ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ |
| 313 | Primary κτήματʼ ἐμά, μνηστῆρες, ἐγὼ δʼ ἔτι νήπιος ἦα; |
| 314 | Primary νῦν δʼ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων |
| 315 | Primary πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός, |
| 316 | Primary πειρήσω, ὥς κʼ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω, |
| 317 | Primary ἠὲ Πύλονδʼ ἐλθών, ἢ αὐτοῦ τῷδʼ ἐνὶ δήμῳ. |
| 318 | Primary εἶμι μέν, οὐδʼ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω, |
| 319 | Primary ἔμπορος· οὐ γὰρ νηὸς ἐπήβολος οὐδʼ ἐρετάων |
| 320 | Primary γίγνομαι· ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι. |
| 321 | Primary ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατʼ Ἀντινόοιο |
| 322 | Primary ῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο. |
| 323 | Primary οἱ δʼ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν. |
| 324 | Primary ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· |
| 325 | Primary ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει. |
| 326 | Primary ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος |
| 327 | Primary ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς· |
| 328 | Primary ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν, |
| 329 | Primary ἐλθεῖν, ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ, |
| 330 | Primary ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ. |
| 331 | Primary ἄλλος δʼ αὖτʼ εἴπεσκε νέων ὑπερηνορεόντων· |
| 332 | Primary τίς δʼ οἶδʼ, εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς |
| 333 | Primary τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς; |
| 334 | Primary οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν· |
| 335 | Primary κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δʼ αὖτε |
| 336 | Primary τούτου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅς τις ὀπυίοι. |
| 337 | Primary ὣς φάν, ὁ δʼ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς |
| 338 | Primary εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο |
| 339 | Primary ἐσθής τʼ ἐν χηλοῖσιν ἅλις τʼ ἐυῶδες ἔλαιον· |
| 340 | Primary ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο |
| 341 | Primary ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες, |
| 342 | Primary ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτʼ Ὀδυσσεὺς |
| 343 | Primary οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας. |
| 344 | Primary κληισταὶ δʼ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι, |
| 345 | Primary δικλίδες· ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ |
| 346 | Primary ἔσχʼ, ἣ πάντʼ ἐφύλασσε νόου πολυϊδρείῃσιν, |
| 347 | Primary Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο. |
| 348 | Primary τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας· |
| 349 | Primary μαῖʼ, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον |
| 350 | Primary ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις |
| 351 | Primary κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι |
| 352 | Primary διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας. |
| 353 | Primary δώδεκα δʼ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας. |
| 354 | Primary ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν· |
| 355 | Primary εἴκοσι δʼ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς. |
| 356 | Primary αὐτὴ δʼ οἴη ἴσθι· τὰ δʼ ἁθρόα πάντα τετύχθω· |
| 357 | Primary ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ |
| 358 | Primary μήτηρ εἰς ὑπερῷʼ ἀναβῇ κοίτου τε μέδηται. |
| 359 | Primary εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα |
| 360 | Primary νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω. |
| 361 | Primary ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια, |
| 362 | Primary καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· |
| 363 | Primary τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα |
| 364 | Primary ἔπλετο; πῇ δʼ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν |
| 365 | Primary μοῦνος ἐὼν ἀγαπητός; ὁ δʼ ὤλετο τηλόθι πάτρης |
| 366 | Primary διογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ. |
| 367 | Primary οἱ δέ τοι αὐτίκʼ ἰόντι κακὰ φράσσονται ὀπίσσω, |
| 368 | Primary ὥς κε δόλῳ φθίῃς, τάδε δʼ αὐτοὶ πάντα δάσονται. |
| 369 | Primary ἀλλὰ μένʼ αὖθʼ ἐπὶ σοῖσι καθήμενος· οὐδέ τί σε χρὴ |
| 370 | Primary πόντον ἐπʼ ἀτρύγετον κακὰ πάσχειν οὐδʼ ἀλάλησθαι. |
| 371 | Primary τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· |
| 372 | Primary θάρσει, μαῖʼ, ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή. |
| 373 | Primary ἀλλʼ ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι, |
| 374 | Primary πρίν γʼ ὅτʼ ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται, |
| 375 | Primary ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι, |
| 376 | Primary ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ. |
| 377 | Primary ὣς ἄρʼ ἔφη, γρῆυς δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ. |
| 378 | Primary αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, |
| 379 | Primary αὐτίκʼ ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν, |
| 380 | Primary ἐν δέ οἱ ἄλφιτα χεῦεν ἐϋρραφέεσσι δοροῖσι. |
| 381 | Primary Τηλέμαχος δʼ ἐς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει. |
| 382 | Primary ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη. |
| 383 | Primary Τηλεμάχῳ ἐικυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ, |
| 384 | Primary καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον, |
| 385 | Primary ἑσπερίους δʼ ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει. |
| 386 | Primary ἡ δʼ αὖτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν |
| 387 | Primary ᾔτεε νῆα θοήν· ὁ δέ οἱ πρόφρων ὑπέδεκτο. |
| 388 | Primary δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί, |
| 389 | Primary καὶ τότε νῆα θοὴν ἅλαδʼ εἴρυσε, πάντα δʼ ἐν αὐτῇ |
| 390 | Primary ὅπλʼ ἐτίθει, τά τε νῆες ἐύσσελμοι φορέουσι. |
| 391 | Primary στῆσε δʼ ἐπʼ ἐσχατιῇ λιμένος, περὶ δʼ ἐσθλοὶ ἑταῖροι |
| 392 | Primary ἁθρόοι ἠγερέθοντο· θεὰ δʼ ὤτρυνεν ἕκαστον. |
| 393 | Primary ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη. |
| 394 | Primary βῆ ῤʼ ἰέναι πρὸς δώματʼ Ὀδυσσῆος θείοιο· |
| 395 | Primary ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε, |
| 396 | Primary πλάζε δὲ πίνοντας, χειρῶν δʼ ἔκβαλλε κύπελλα. |
| 397 | Primary οἱ δʼ εὕδειν ὤρνυντο κατὰ πτόλιν, οὐδʼ ἄρʼ ἔτι δὴν |
| 398 | Primary ἥατʼ, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν. |
| 399 | Primary αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη |
| 400 | Primary ἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων, |
| 401 | Primary Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν· |
| 402 | Primary Τηλέμαχʼ, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι |
| 403 | Primary ἥατʼ ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν· |
| 404 | Primary ἀλλʼ ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο. |
| 405 | Primary ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη |
| 406 | Primary καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο. |
| 407 | Primary αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, |
| 408 | Primary εὗρον ἔπειτʼ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους. |
| 409 | Primary τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο· |
| 410 | Primary δεῦτε, φίλοι, ἤια φερώμεθα· πάντα γὰρ ἤδη |
| 411 | Primary ἁθρόʼ ἐνὶ μεγάρῳ. μήτηρ δʼ ἐμὴ οὔ τι πέπυσται, |
| 412 | Primary οὐδʼ ἄλλαι δμωαί, μία δʼ οἴη μῦθον ἄκουσεν. |
| 413 | Primary ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο. |
| 414 | Primary οἱ δʼ ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ |
| 415 | Primary κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός. |
| 416 | Primary ἂν δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη, |
| 417 | Primary νηὶ δʼ ἐνὶ πρυμνῇ κατʼ ἄρʼ ἕζετο· ἄγχι δʼ ἄρʼ αὐτῆς |
| 418 | Primary ἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν, |
| 419 | Primary ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον. |
| 420 | Primary τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη, |
| 421 | Primary ἀκραῆ Ζέφυρον, κελάδοντʼ ἐπὶ οἴνοπα πόντον. |
| 422 | Primary Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν |
| 423 | Primary ὅπλων ἅπτεσθαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν. |
| 424 | Primary ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης |
| 425 | Primary στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν, |
| 426 | Primary ἕλκον δʼ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν. |
| 427 | Primary ἔπρησεν δʼ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα |
| 428 | Primary στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης· |
| 429 | Primary ἡ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον. |
| 430 | Primary δησάμενοι δʼ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν |
| 431 | Primary στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο, |
| 432 | Primary λεῖβον δʼ ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν, |
| 433 | Primary ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ. |
| 434 | Primary παννυχίη μέν ῥʼ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον. |