Reader
Reader | Odyssey, Book 3
Odyssey
Homer
Text
Position
Line 1 of 498
Waypoints
| Line Ref | A. T. Murray | Ancient Greek |
|---|---|
| 1 | Primary Ἠέλιος δʼ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην, |
| 2 | Primary οὐρανὸν ἐς πολύχαλκον, ἵνʼ ἀθανάτοισι φαείνοι |
| 3 | Primary καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν· |
| 4 | Primary οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον, |
| 5 | Primary ἷξον· τοὶ δʼ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον, |
| 6 | Primary ταύρους παμμέλανας, ἐνοσίχθονι κυανοχαίτῃ. |
| 7 | Primary ἐννέα δʼ ἕδραι ἔσαν, πεντακόσιοι δʼ ἐν ἑκάστῃ |
| 8 | Primary ἥατο καὶ προύχοντο ἑκάστοθι ἐννέα ταύρους. |
| 9 | Primary εὖθʼ οἱ σπλάγχνα πάσαντο, θεῷ δʼ ἐπὶ μηρίʼ ἔκαιον, |
| 10 | Primary οἱ δʼ ἰθὺς κατάγοντο ἰδʼ ἱστία νηὸς ἐίσης |
| 11 | Primary στεῖλαν ἀείραντες, τὴν δʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί· |
| 12 | Primary ἐκ δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη. |
| 13 | Primary τὸν προτέρη προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· |
| 14 | Primary Τηλέμαχʼ, οὐ μέν σε χρὴ ἔτʼ αἰδοῦς, οὐδʼ ἠβαιόν· |
| 15 | Primary τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαι |
| 16 | Primary πατρός, ὅπου κύθε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν. |
| 17 | Primary ἀλλʼ ἄγε νῦν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο· |
| 18 | Primary εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε. |
| 19 | Primary λίσσεσθαι δέ μιν αὐτός, ὅπως νημερτέα εἴπῃ· |
| 20 | Primary ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστί. |
| 21 | Primary τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· |
| 22 | Primary Μέντορ, πῶς τʼ ἄρʼ ἴω; πῶς τʼ ἂρ προσπτύξομαι αὐτόν; |
| 23 | Primary οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν· |
| 24 | Primary αἰδὼς δʼ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι. |
| 25 | Primary τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· |
| 26 | Primary Τηλέμαχʼ, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις, |
| 27 | Primary ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀίω |
| 28 | Primary οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε. |
| 29 | Primary ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη |
| 30 | Primary καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο. |
| 31 | Primary ἷξον δʼ ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας, |
| 32 | Primary ἔνθʼ ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμφὶ δʼ ἑταῖροι |
| 33 | Primary δαῖτʼ ἐντυνόμενοι κρέα τʼ ὤπτων ἄλλα τʼ ἔπειρον. |
| 34 | Primary οἱ δʼ ὡς οὖν ξείνους ἴδον, ἁθρόοι ἦλθον ἅπαντες, |
| 35 | Primary χερσίν τʼ ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον. |
| 36 | Primary πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν |
| 37 | Primary ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ |
| 38 | Primary κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν |
| 39 | Primary πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ· |
| 40 | Primary δῶκε δʼ ἄρα σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν |
| 41 | Primary χρυσείῳ δέπαϊ· δειδισκόμενος δὲ προσηύδα |
| 42 | Primary Παλλάδʼ Ἀθηναίην κούρην Διὸς αἰγιόχοιο· |
| 43 | Primary εὔχεο νῦν, ὦ ξεῖνε, Ποσειδάωνι ἄνακτι· |
| 44 | Primary τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες. |
| 45 | Primary αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί, |
| 46 | Primary δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου |
| 47 | Primary σπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισιν |
| 48 | Primary εὔχεσθαι· πάντες δὲ θεῶν χατέουσʼ ἄνθρωποι. |
| 49 | Primary ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δʼ ἐμοὶ αὐτῷ· |
| 50 | Primary τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον. |
| 51 | Primary ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου· |
| 52 | Primary χαῖρε δʼ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ, |
| 53 | Primary οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον· |
| 54 | Primary αὐτίκα δʼ εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι· |
| 55 | Primary κλῦθι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃς |
| 56 | Primary ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα. |
| 57 | Primary Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε, |
| 58 | Primary αὐτὰρ ἔπειτʼ ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν |
| 59 | Primary σύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης. |
| 60 | Primary δὸς δʼ ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι, |
| 61 | Primary οὕνεκα δεῦρʼ ἱκόμεσθα θοῇ σὺν νηὶ μελαίνῃ. |
| 62 | Primary ὣς ἄρʼ ἔπειτʼ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα. |
| 63 | Primary δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον· |
| 64 | Primary ὣς δʼ αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός. |
| 65 | Primary οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο, |
| 66 | Primary μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα. |
| 67 | Primary αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, |
| 68 | Primary τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· |
| 69 | Primary νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι |
| 70 | Primary ξείνους, οἱ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς. |
| 71 | Primary ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα; |
| 72 | Primary ἤ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε |
| 73 | Primary οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται |
| 74 | Primary ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες; |
| 75 | Primary τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα |
| 76 | Primary θαρσήσας· αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνη |
| 77 | Primary θῆχʼ, ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο |
| 78 | Primary ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν· |
| 79 | Primary ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν, |
| 80 | Primary εἴρεαι ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω. |
| 81 | Primary ἡμεῖς ἐξ Ἰθάκης ὑπονηίου εἰλήλουθμεν· |
| 82 | Primary πρῆξις δʼ ἥδʼ ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω. |
| 83 | Primary πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω, |
| 84 | Primary δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασι |
| 85 | Primary σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι. |
| 86 | Primary ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον, |
| 87 | Primary πευθόμεθʼ, ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ, |
| 88 | Primary κείνου δʼ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων. |
| 89 | Primary οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθʼ ὄλωλεν, |
| 90 | Primary εἴθʼ ὅ γʼ ἐπʼ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν, |
| 91 | Primary εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης. |
| 92 | Primary τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα |
| 93 | Primary κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας |
| 94 | Primary ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας |
| 95 | Primary πλαζομένου· πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ. |
| 96 | Primary μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων, |
| 97 | Primary ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς. |
| 98 | Primary λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς, |
| 99 | Primary ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε |
| 100 | Primary δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί, |
| 101 | Primary τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες. |
| 102 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· |
| 103 | Primary ὦ φίλʼ, ἐπεί μʼ ἔμνησας ὀιζύος, ἣν ἐν ἐκείνῳ |
| 104 | Primary δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν, |
| 105 | Primary ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπʼ ἠεροειδέα πόντον |
| 106 | Primary πλαζόμενοι κατὰ ληίδʼ, ὅπῃ ἄρξειεν Ἀχιλλεύς, |
| 107 | Primary ἠδʼ ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος |
| 108 | Primary μαρνάμεθʼ· ἔνθα δʼ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι. |
| 109 | Primary ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δʼ Ἀχιλλεύς, |
| 110 | Primary ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος, |
| 111 | Primary ἔνθα δʼ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων, |
| 112 | Primary Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής· |
| 113 | Primary ἄλλα τε πόλλʼ ἐπὶ τοῖς πάθομεν κακά· τίς κεν ἐκεῖνα |
| 114 | Primary πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων; |
| 115 | Primary οὐδʼ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων |
| 116 | Primary ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί· |
| 117 | Primary πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο. |
| 118 | Primary εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες |
| 119 | Primary παντοίοισι δόλοισι, μόγις δʼ ἐτέλεσσε Κρονίων. |
| 120 | Primary ἔνθʼ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην |
| 121 | Primary ἤθελʼ, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς |
| 122 | Primary παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε |
| 123 | Primary κείνου ἔκγονός ἐσσι· σέβας μʼ ἔχει εἰσορόωντα. |
| 124 | Primary ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης |
| 125 | Primary ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι. |
| 126 | Primary ἔνθʼ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς |
| 127 | Primary οὔτε ποτʼ εἰν ἀγορῇ δίχʼ ἐβάζομεν οὔτʼ ἐνὶ βουλῇ, |
| 128 | Primary ἀλλʼ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ |
| 129 | Primary φραζόμεθʼ Ἀργείοισιν ὅπως ὄχʼ ἄριστα γένοιτο. |
| 130 | Primary αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν, |
| 131 | Primary βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς, |
| 132 | Primary καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον |
| 133 | Primary Ἀργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι |
| 134 | Primary πάντες ἔσαν· τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον |
| 135 | Primary μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης. |
| 136 | Primary ἥ τʼ ἔριν Ἀτρεΐδῃσι μετʼ ἀμφοτέροισιν ἔθηκε. |
| 137 | Primary τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς, |
| 138 | Primary μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα, |
| 139 | Primary οἱ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν, |
| 140 | Primary μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν. |
| 141 | Primary ἔνθʼ ἤ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺς |
| 142 | Primary νόστου μιμνήσκεσθαι ἐπʼ εὐρέα νῶτα θαλάσσης, |
| 143 | Primary οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥα |
| 144 | Primary λαὸν ἐρυκακέειν ῥέξαι θʼ ἱερὰς ἑκατόμβας, |
| 145 | Primary ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο, |
| 146 | Primary νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν· |
| 147 | Primary οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων. |
| 148 | Primary ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν |
| 149 | Primary ἕστασαν· οἱ δʼ ἀνόρουσαν ἐυκνήμιδες Ἀχαιοὶ |
| 150 | Primary ἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἥνδανε βουλή. |
| 151 | Primary νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες |
| 152 | Primary ἀλλήλοις· ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο· |
| 153 | Primary ἠῶθεν δʼ οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖαν |
| 154 | Primary κτήματά τʼ ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας. |
| 155 | Primary ἡμίσεες δʼ ἄρα λαοὶ ἐρητύοντο μένοντες |
| 156 | Primary αὖθι παρʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν· |
| 157 | Primary ἡμίσεες δʼ ἀναβάντες ἐλαύνομεν· αἱ δὲ μάλʼ ὦκα |
| 158 | Primary ἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον. |
| 159 | Primary ἐς Τένεδον δʼ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοῖσιν, |
| 160 | Primary οἴκαδε ἱέμενοι· Ζεὺς δʼ οὔ πω μήδετο νόστον, |
| 161 | Primary σχέτλιος, ὅς ῥʼ ἔριν ὦρσε κακὴν ἔπι δεύτερον αὖτις. |
| 162 | Primary οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσας |
| 163 | Primary ἀμφʼ Ὀδυσῆα ἄνακτα δαΐφρονα, ποικιλομήτην, |
| 164 | Primary αὖτις ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἦρα φέροντες· |
| 165 | Primary αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἕποντο, |
| 166 | Primary φεῦγον, ἐπεὶ γίγνωσκον, ὃ δὴ κακὰ μήδετο δαίμων. |
| 167 | Primary φεῦγε δὲ Τυδέος υἱὸς ἀρήιος, ὦρσε δʼ ἑταίρους. |
| 168 | Primary ὀψὲ δὲ δὴ μετὰ νῶι κίε ξανθὸς Μενέλαος, |
| 169 | Primary ἐν Λέσβῳ δʼ ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας, |
| 170 | Primary ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης, |
| 171 | Primary νήσου ἔπι Ψυρίης, αὐτὴν ἐπʼ ἀριστέρʼ ἔχοντες, |
| 172 | Primary ἦ ὑπένερθε Χίοιο, παρʼ ἠνεμόεντα Μίμαντα. |
| 173 | Primary ᾐτέομεν δὲ θεὸν φῆναι τέρας· αὐτὰρ ὅ γʼ ἡμῖν |
| 174 | Primary δεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαν |
| 175 | Primary τέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν. |
| 176 | Primary ὦρτο δʼ ἐπὶ λιγὺς οὖρος ἀήμεναι· αἱ δὲ μάλʼ ὦκα |
| 177 | Primary ἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸν |
| 178 | Primary ἐννύχιαι κατάγοντο· Ποσειδάωνι δὲ ταύρων |
| 179 | Primary πόλλʼ ἐπὶ μῆρʼ ἔθεμεν, πέλαγος μέγα μετρήσαντες. |
| 180 | Primary τέτρατον ἦμαρ ἔην, ὅτʼ ἐν Ἄργεϊ νῆας ἐίσας |
| 181 | Primary Τυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιο |
| 182 | Primary ἵστασαν· αὐτὰρ ἐγώ γε Πύλονδʼ ἔχον, οὐδέ ποτʼ ἔσβη |
| 183 | Primary οὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι. |
| 184 | Primary ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδα |
| 185 | Primary κείνων, οἵ τʼ ἐσάωθεν Ἀχαιῶν οἵ τʼ ἀπόλοντο. |
| 186 | Primary ὅσσα δʼ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι |
| 187 | Primary πεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω. |
| 188 | Primary εὖ μὲν Μυρμιδόνας φάσʼ ἐλθέμεν ἐγχεσιμώρους, |
| 189 | Primary οὓς ἄγʼ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός, |
| 190 | Primary εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν. |
| 191 | Primary πάντας δʼ Ἰδομενεὺς Κρήτην εἰσήγαγʼ ἑταίρους, |
| 192 | Primary οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τινʼ ἀπηύρα. |
| 193 | Primary Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες, |
| 194 | Primary ὥς τʼ ἦλθʼ, ὥς τʼ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον. |
| 195 | Primary ἀλλʼ ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν· |
| 196 | Primary ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι |
| 197 | Primary ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα, |
| 198 | Primary Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα. |
| 199 | Primary καὶ σὺ φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε, |
| 200 | Primary ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ. |
| 201 | Primary τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· |
| 202 | Primary ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν, |
| 203 | Primary καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶ |
| 204 | Primary οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι· |
| 205 | Primary αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν, |
| 206 | Primary τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς, |
| 207 | Primary οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται. |
| 208 | Primary ἀλλʼ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον, |
| 209 | Primary πατρί τʼ ἐμῷ καὶ ἐμοί· νῦν δὲ χρὴ τετλάμεν ἔμπης. |
| 210 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· |
| 211 | Primary ὦ φίλʼ, ἐπεὶ δὴ ταῦτά μʼ ἀνέμνησας καὶ ἔειπες, |
| 212 | Primary φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς |
| 213 | Primary ἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι· |
| 214 | Primary εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ |
| 215 | Primary ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ. |
| 216 | Primary τίς δʼ οἶδʼ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών, |
| 217 | Primary ἢ ὅ γε μοῦνος ἐὼν ἢ καὶ σύμπαντες Ἀχαιοί; |
| 218 | Primary εἰ γάρ σʼ ὣς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνη, |
| 219 | Primary ὡς τότʼ Ὀδυσσῆος περικήδετο κυδαλίμοιο |
| 220 | Primary δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί— |
| 221 | Primary οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας, |
| 222 | Primary ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη— |
| 223 | Primary εἴ σʼ οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ, |
| 224 | Primary τῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο. |
| 225 | Primary τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· |
| 226 | Primary ὦ γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω· |
| 227 | Primary λίην γὰρ μέγα εἶπες· ἄγη μʼ ἔχει. οὐκ ἂν ἐμοί γε |
| 228 | Primary ἐλπομένῳ τὰ γένοιτʼ, οὐδʼ εἰ θεοὶ ὣς ἐθέλοιεν. |
| 229 | Primary τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· |
| 230 | Primary Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων. |
| 231 | Primary ῥεῖα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι. |
| 232 | Primary βουλοίμην δʼ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας |
| 233 | Primary οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι, |
| 234 | Primary ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων |
| 235 | Primary ὤλεθʼ ὑπʼ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο. |
| 236 | Primary ἀλλʼ ἦ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ |
| 237 | Primary καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ |
| 238 | Primary μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο. |
| 239 | Primary τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· |
| 240 | Primary Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ· |
| 241 | Primary κείνῳ δʼ οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη |
| 242 | Primary φράσσαντʼ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν. |
| 243 | Primary νῦν δʼ ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι |
| 244 | Primary Νέστορʼ, ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων· |
| 245 | Primary τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένεʼ ἀνδρῶν· |
| 246 | Primary ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι. |
| 247 | Primary ὦ Νέστορ Νηληϊάδη, σὺ δʼ ἀληθὲς ἐνίσπες· |
| 248 | Primary πῶς ἔθανʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων; |
| 249 | Primary ποῦ Μενέλαος ἔην; τίνα δʼ αὐτῷ μήσατʼ ὄλεθρον |
| 250 | Primary Αἴγισθος δολόμητις, ἐπεὶ κτάνε πολλὸν ἀρείω; |
| 251 | Primary ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ, ἀλλά πῃ ἄλλῃ |
| 252 | Primary πλάζετʼ ἐπʼ ἀνθρώπους, ὁ δὲ θαρσήσας κατέπεφνε; |
| 253 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· |
| 254 | Primary τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω. |
| 255 | Primary ἦ τοι μὲν τάδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχθη, |
| 256 | Primary εἰ ζωόν γʼ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν |
| 257 | Primary Ἀτρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος· |
| 258 | Primary τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν, |
| 259 | Primary ἀλλʼ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν |
| 260 | Primary κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος, οὐδέ κέ τίς μιν |
| 261 | Primary κλαῦσεν Ἀχαιιάδων· μάλα γὰρ μέγα μήσατο ἔργον. |
| 262 | Primary ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλους |
| 263 | Primary ἥμεθʼ· ὁ δʼ εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιο |
| 264 | Primary πόλλʼ Ἀγαμεμνονέην ἄλοχον θέλγεσκʼ ἐπέεσσιν. |
| 265 | Primary ἡ δʼ ἦ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς |
| 266 | Primary δῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσι· |
| 267 | Primary πὰρ δʼ ἄρʼ ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλʼ ἐπέτελλεν |
| 268 | Primary Ἀτρεΐδης Τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν. |
| 269 | Primary ἀλλʼ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι, |
| 270 | Primary δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην |
| 271 | Primary κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι, |
| 272 | Primary τὴν δʼ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε. |
| 273 | Primary πολλὰ δὲ μηρίʼ ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς, |
| 274 | Primary πολλὰ δʼ ἀγάλματʼ ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε, |
| 275 | Primary ἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο θυμῷ. |
| 276 | Primary ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες, |
| 277 | Primary Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν· |
| 278 | Primary ἀλλʼ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθʼ, ἄκρον Ἀθηνέων, |
| 279 | Primary ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων |
| 280 | Primary οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε, |
| 281 | Primary πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα, |
| 282 | Primary Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλʼ ἀνθρώπων |
| 283 | Primary νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι. |
| 284 | Primary ὣς ὁ μὲν ἔνθα κατέσχετʼ, ἐπειγόμενός περ ὁδοῖο, |
| 285 | Primary ὄφρʼ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν. |
| 286 | Primary ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντον |
| 287 | Primary ἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺ |
| 288 | Primary ἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς |
| 289 | Primary ἐφράσατο, λιγέων δʼ ἀνέμων ἐπʼ ἀυτμένα χεῦε, |
| 290 | Primary κύματά τε τροφέοντο πελώρια, ἶσα ὄρεσσιν. |
| 291 | Primary ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν, |
| 292 | Primary ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα. |
| 293 | Primary ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη |
| 294 | Primary ἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ· |
| 295 | Primary ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ, |
| 296 | Primary ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμʼ ἀποέργει. |
| 297 | Primary αἱ μὲν ἄρʼ ἔνθʼ ἦλθον, σπουδῇ δʼ ἤλυξαν ὄλεθρον |
| 298 | Primary ἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν |
| 299 | Primary κύματʼ· ἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείους |
| 300 | Primary Αἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ. |
| 301 | Primary ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων |
| 302 | Primary ἠλᾶτο ξὺν νηυσὶ κατʼ ἀλλοθρόους ἀνθρώπους· |
| 303 | Primary τόφρα δὲ ταῦτʼ Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά. |
| 305 | Primary ἑπτάετες δʼ ἤνασσε πολυχρύσοιο Μυκήνης, |
| 304 | Primary κτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπʼ αὐτῷ. |
| 306 | Primary τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστης |
| 307 | Primary ἂψ ἀπʼ Ἀθηνάων, κατὰ δʼ ἔκτανε πατροφονῆα, |
| 308 | Primary Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα. |
| 309 | Primary ἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν |
| 310 | Primary μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο· |
| 311 | Primary αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος |
| 312 | Primary πολλὰ κτήματʼ ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν. |
| 313 | Primary καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλʼ ἀλάλησο, |
| 314 | Primary κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν |
| 315 | Primary οὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσιν |
| 316 | Primary κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς. |
| 317 | Primary ἀλλʼ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα |
| 318 | Primary ἐλθεῖν· κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν, |
| 319 | Primary ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ |
| 320 | Primary ἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι |
| 321 | Primary ἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδʼ οἰωνοὶ |
| 322 | Primary αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε. |
| 323 | Primary ἀλλʼ ἴθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν· |
| 324 | Primary εἰ δʼ ἐθέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι, |
| 325 | Primary πὰρ δέ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται |
| 326 | Primary ἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος. |
| 327 | Primary λίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ· |
| 328 | Primary ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν. |
| 329 | Primary ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε. |
| 330 | Primary τοῖσι δὲ καὶ μετέειπε θεά, γλαυκῶπις Ἀθήνη· |
| 331 | Primary ὦ γέρον, ἦ τοι ταῦτα κατὰ μοῖραν κατέλεξας· |
| 332 | Primary ἀλλʼ ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον, |
| 333 | Primary ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν |
| 334 | Primary σπείσαντες κοίτοιο μεδώμεθα· τοῖο γὰρ ὥρη. |
| 335 | Primary ἤδη γὰρ φάος οἴχεθʼ ὑπὸ ζόφον, οὐδὲ ἔοικεν· |
| 336 | Primary δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι. |
| 337 | Primary ἦ ῥα Διὸς θυγάτηρ, οἱ δʼ ἔκλυον αὐδησάσης. |
| 338 | Primary τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, |
| 339 | Primary κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο, |
| 340 | Primary νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι· |
| 341 | Primary γλώσσας δʼ ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δʼ ἐπέλειβον. |
| 342 | Primary αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός, |
| 343 | Primary δὴ τότʼ Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴς |
| 344 | Primary ἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι. |
| 345 | Primary Νέστωρ δʼ αὖ κατέρυκε καθαπτόμενος ἐπέεσσιν· |
| 346 | Primary Ζεὺς τό γʼ ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, |
| 347 | Primary ὡς ὑμεῖς παρʼ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε |
| 348 | Primary ὥς τέ τευ ἦ παρὰ πάμπαν ἀνείμονος ἠδὲ πενιχροῦ, |
| 349 | Primary ᾧ οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλʼ ἐνὶ οἴκῳ, |
| 350 | Primary οὔτʼ αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν. |
| 351 | Primary αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά. |
| 352 | Primary οὔ θην δὴ τοῦδʼ ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸς |
| 353 | Primary νηὸς ἐπʼ ἰκριόφιν καταλέξεται, ὄφρʼ ἂν ἐγώ γε |
| 354 | Primary ζώω, ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται, |
| 355 | Primary ξείνους ξεινίζειν, ὅς τίς κʼ ἐμὰ δώμαθʼ ἵκηται. |
| 356 | Primary τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· |
| 357 | Primary εὖ δὴ ταῦτά γʼ ἔφησθα, γέρον φίλε· σοὶ δὲ ἔοικεν |
| 358 | Primary Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως. |
| 359 | Primary ἀλλʼ οὗτος μὲν νῦν σοὶ ἅμʼ ἕψεται, ὄφρα κεν εὕδῃ |
| 360 | Primary σοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δʼ ἐπὶ νῆα μέλαιναν |
| 361 | Primary εἶμʼ, ἵνα θαρσύνω θʼ ἑτάρους εἴπω τε ἕκαστα. |
| 362 | Primary οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι· |
| 363 | Primary οἱ δʼ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται, |
| 364 | Primary πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο. |
| 365 | Primary ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ |
| 366 | Primary νῦν· ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους |
| 367 | Primary εἶμʼ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε |
| 368 | Primary οὐδʼ ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα, |
| 369 | Primary πέμψον σὺν δίφρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους, |
| 370 | Primary οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι. |
| 371 | Primary ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη |
| 372 | Primary φήνῃ εἰδομένη· θάμβος δʼ ἕλε πάντας ἰδόντας. |
| 373 | Primary θαύμαζεν δʼ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖς· |
| 374 | Primary Τηλεμάχου δʼ ἕλε χεῖρα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· |
| 375 | Primary ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι, |
| 376 | Primary εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται. |
| 377 | Primary οὐ μὲν γάρ τις ὅδʼ ἄλλος Ὀλύμπια δώματʼ ἐχόντων, |
| 378 | Primary ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια, |
| 379 | Primary ἥ τοι καὶ πατέρʼ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα. |
| 380 | Primary ἀλλὰ ἄνασσʼ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν, |
| 381 | Primary αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι· |
| 382 | Primary σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον |
| 383 | Primary ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ· |
| 384 | Primary τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας. |
| 385 | Primary ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη. |
| 386 | Primary τοῖσιν δʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ, |
| 387 | Primary υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά. |
| 388 | Primary ἀλλʼ ὅτε δώμαθʼ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος, |
| 389 | Primary ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε· |
| 390 | Primary τοῖς δʼ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν |
| 391 | Primary οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ |
| 392 | Primary ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε· |
| 393 | Primary τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δʼ Ἀθήνῃ |
| 394 | Primary εὔχετʼ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο. |
| 395 | Primary αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός, |
| 396 | Primary οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος, |
| 397 | Primary τὸν δʼ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ, |
| 398 | Primary Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο, |
| 399 | Primary τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ, |
| 400 | Primary πὰρʼ δʼ ἄρʼ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν, |
| 401 | Primary ὅς οἱ ἔτʼ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν· |
| 402 | Primary αὐτὸς δʼ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο, |
| 403 | Primary τῷ δʼ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν. |
| 404 | Primary ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, |
| 405 | Primary ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ, |
| 406 | Primary ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν, |
| 407 | Primary οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων, |
| 408 | Primary λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶν |
| 409 | Primary Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος· |
| 410 | Primary ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει, |
| 411 | Primary Νέστωρ αὖ τότʼ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν, |
| 412 | Primary σκῆπτρον ἔχων. περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντο |
| 413 | Primary ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε |
| 414 | Primary Περσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης. |
| 415 | Primary τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως, |
| 416 | Primary πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες. |
| 417 | Primary τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· |
| 418 | Primary καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατʼ ἐέλδωρ, |
| 419 | Primary ὄφρʼ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομʼ Ἀθήνην, |
| 420 | Primary ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν. |
| 421 | Primary ἀλλʼ ἄγʼ ὁ μὲν πεδίονδʼ ἐπὶ βοῦν, ἴτω, ὄφρα τάχιστα |
| 422 | Primary ἔλθῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ· |
| 423 | Primary εἷς δʼ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν |
| 424 | Primary πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύʼ οἴους· |
| 425 | Primary εἷς δʼ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω |
| 426 | Primary ἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ. |
| 427 | Primary οἱ δʼ ἄλλοι μένετʼ αὐτοῦ ἀολλέες, εἴπατε δʼ εἴσω |
| 428 | Primary δμῳῇσιν κατὰ δώματʼ ἀγακλυτὰ δαῖτα πένεσθαι, |
| 429 | Primary ἕδρας τε ξύλα τʼ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ. |
| 430 | Primary ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐποίπνυον. ἦλθε μὲν ἂρ βοῦς |
| 431 | Primary ἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσης |
| 432 | Primary Τηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεὺς |
| 433 | Primary ὅπλʼ ἐν χερσὶν ἔχων χαλκήια, πείρατα τέχνης, |
| 434 | Primary ἄκμονά τε σφῦραν τʼ ἐυποίητόν τε πυράγρην, |
| 435 | Primary οἷσίν τε χρυσὸν εἰργάζετο· ἦλθε δʼ Ἀθήνη |
| 436 | Primary ἱρῶν ἀντιόωσα. γέρων δʼ ἱππηλάτα Νέστωρ |
| 437 | Primary χρυσὸν ἔδωχʼ· ὁ δʼ ἔπειτα βοὸς κέρασιν περίχευεν |
| 438 | Primary ἀσκήσας, ἵνʼ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα. |
| 439 | Primary βοῦν δʼ ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων. |
| 440 | Primary χέρνιβα δέ σφʼ Ἄρητος ἐν ἀνθεμόεντι λέβητι |
| 441 | Primary ἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δʼ ἔχεν οὐλὰς |
| 442 | Primary ἐν κανέῳ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης |
| 443 | Primary ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων. |
| 444 | Primary Περσεὺς δʼ ἀμνίον εἶχε· γέρων δʼ ἱππηλάτα Νέστωρ |
| 445 | Primary χέρνιβά τʼ οὐλοχύτας τε κατήρχετο, πολλὰ δʼ Ἀθήνῃ |
| 446 | Primary εὔχετʼ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων. |
| 447 | Primary αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, |
| 448 | Primary αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης |
| 449 | Primary ἤλασεν ἄγχι στάς· πέλεκυς δʼ ἀπέκοψε τένοντας |
| 450 | Primary αὐχενίους, λῦσεν δὲ βοὸς μένος. αἱ δʼ ὀλόλυξαν |
| 451 | Primary θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις |
| 452 | Primary Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν. |
| 453 | Primary οἱ μὲν ἔπειτʼ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης |
| 454 | Primary ἔσχον· ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν. |
| 455 | Primary τῆς δʼ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δʼ ὀστέα θυμός, |
| 456 | Primary αἶψʼ ἄρα μιν διέχευαν, ἄφαρ δʼ ἐκ μηρία τάμνον |
| 457 | Primary πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν |
| 458 | Primary δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν. |
| 459 | Primary καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον |
| 460 | Primary λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν. |
| 461 | Primary αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο, |
| 462 | Primary μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν, |
| 463 | Primary ὤπτων δʼ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες. |
| 464 | Primary τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη, |
| 465 | Primary Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο. |
| 466 | Primary αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ, |
| 467 | Primary ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα, |
| 468 | Primary ἔκ ῥʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος· |
| 469 | Primary πὰρ δʼ ὅ γε Νέστορʼ ἰὼν κατʼ ἄρʼ ἕζετο, ποιμένα λαῶν. |
| 470 | Primary οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο, |
| 471 | Primary δαίνυνθʼ ἑζόμενοι· ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντο |
| 472 | Primary οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν. |
| 473 | Primary αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, |
| 474 | Primary τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· |
| 475 | Primary παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους |
| 476 | Primary ζεύξαθʼ ὑφʼ ἅρματʼ ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο. |
| 477 | Primary ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο, |
| 478 | Primary καρπαλίμως δʼ ἔζευξαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους. |
| 479 | Primary ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν |
| 480 | Primary ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες. |
| 481 | Primary ἂν δʼ ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον· |
| 482 | Primary πὰρ δʼ ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν, |
| 483 | Primary ἐς δίφρον τʼ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί, |
| 484 | Primary μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην |
| 485 | Primary ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον. |
| 486 | Primary οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες. |
| 487 | Primary δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί, |
| 488 | Primary ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα, |
| 489 | Primary υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα. |
| 490 | Primary ἔνθα δὲ νύκτʼ ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν. |
| 491 | Primary ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, |
| 492 | Primary ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον· |
| 493 | Primary ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου· |
| 494 | Primary μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην. |
| 495 | Primary ἷξον δʼ ἐς πεδίον πυρηφόρον, ἔνθα δʼ ἔπειτα |
| 496 | Primary ἦνον ὁδόν· τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι. |
| 497 | Primary δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί. |