Reader
Reader | Odyssey, Book 4
Odyssey
Homer
Text
Position
Line 1 of 847
Waypoints
| Line Ref | A. T. Murray | Ancient Greek |
|---|---|
| 1 | Primary οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν, |
| 2 | Primary πρὸς δʼ ἄρα δώματʼ ἔλων Μενελάου κυδαλίμοιο. |
| 3 | Primary τὸν δʼ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν |
| 4 | Primary υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ. |
| 5 | Primary τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν· |
| 6 | Primary ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε |
| 7 | Primary δωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον. |
| 8 | Primary τὴν ἄρʼ ὅ γʼ ἔνθʼ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι |
| 9 | Primary Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν. |
| 10 | Primary υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην, |
| 11 | Primary ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης |
| 12 | Primary ἐκ δούλης· Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτʼ ἔφαινον, |
| 13 | Primary ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδʼ ἐρατεινήν, |
| 14 | Primary Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης. |
| 15 | Primary ὣς οἱ μὲν δαίνυντο καθʼ ὑψερεφὲς μέγα δῶμα |
| 16 | Primary γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο, |
| 17 | Primary τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς |
| 18 | Primary φορμίζων, δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτούς, |
| 19 | Primary μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους. |
| 20 | Primary τὼ δʼ αὖτʼ ἐν προθύροισι δόμων αὐτώ τε καὶ ἵππω, |
| 21 | Primary Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός, |
| 22 | Primary στῆσαν· ὁ δὲ προμολὼν ἴδετο κρείων Ἐτεωνεύς, |
| 23 | Primary ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο, |
| 24 | Primary βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν, |
| 25 | Primary ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· |
| 26 | Primary ξείνω δή τινε τώδε, διοτρεφὲς ὦ Μενέλαε, |
| 27 | Primary ἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔικτον. |
| 28 | Primary ἀλλʼ εἴπʼ, ἤ σφωιν καταλύσομεν ὠκέας ἵππους, |
| 29 | Primary ἦ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσῃ. |
| 30 | Primary τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος· |
| 31 | Primary οὐ μὲν νήπιος ἦσθα, Βοηθοΐδη Ἐτεωνεῦ, |
| 32 | Primary τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις. |
| 33 | Primary ἦ μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντε |
| 34 | Primary ἄλλων ἀνθρώπων δεῦρʼ ἱκόμεθʼ, αἴ κέ ποθι Ζεὺς |
| 35 | Primary ἐξοπίσω περ παύσῃ ὀιζύος. ἀλλὰ λύʼ ἵππους |
| 36 | Primary ξείνων, ἐς δʼ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι. |
| 37 | Primary ὣς φάθʼ, ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δʼ ἄλλους |
| 38 | Primary ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ. |
| 39 | Primary οἱ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας, |
| 40 | Primary καὶ τοὺς μὲν κατέδησαν ἐφʼ ἱππείῃσι κάπῃσι, |
| 41 | Primary πὰρ δʼ ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν, |
| 42 | Primary ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα, |
| 43 | Primary αὐτοὺς δʼ εἰσῆγον θεῖον δόμον. οἱ δὲ ἰδόντες |
| 44 | Primary θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος· |
| 45 | Primary ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης |
| 46 | Primary δῶμα καθʼ ὑψερεφὲς Μενελάου κυδαλίμοιο. |
| 47 | Primary αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν, |
| 48 | Primary ἔς ῥʼ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο. |
| 49 | Primary τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ, |
| 50 | Primary ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας, |
| 51 | Primary ἔς ῥα θρόνους ἕζοντο παρʼ Ἀτρεΐδην Μενέλαον. |
| 52 | Primary χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα |
| 53 | Primary καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος, |
| 54 | Primary νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. |
| 55 | Primary σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα, |
| 56 | Primary εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων. |
| 57 | Primary δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας |
| 58 | Primary παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα. |
| 59 | Primary τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος· |
| 60 | Primary σίτου θʼ ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειτα |
| 61 | Primary δείπνου πασσαμένω εἰρησόμεθʼ, οἵ τινές ἐστον |
| 62 | Primary ἀνδρῶν· οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων, |
| 63 | Primary ἀλλʼ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων |
| 64 | Primary σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν. |
| 65 | Primary ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν |
| 66 | Primary ὄπτʼ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ. |
| 67 | Primary οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. |
| 68 | Primary αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, |
| 69 | Primary δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν, |
| 70 | Primary ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι· |
| 71 | Primary φράζεο, Νεστορίδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ, |
| 72 | Primary χαλκοῦ τε στεροπὴν κὰδ δώματα ἠχήεντα |
| 73 | Primary χρυσοῦ τʼ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος. |
| 74 | Primary Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή, |
| 75 | Primary ὅσσα τάδʼ ἄσπετα πολλά· σέβας μʼ ἔχει εἰσορόωντα. |
| 76 | Primary τοῦ δʼ ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος, |
| 77 | Primary καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· |
| 78 | Primary τέκνα φίλʼ, ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι· |
| 79 | Primary ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματʼ ἔασιν· |
| 80 | Primary ἀνδρῶν δʼ ἤ κέν τίς μοι ἐρίσσεται, ἠὲ καὶ οὐκί, |
| 81 | Primary κτήμασιν. ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς |
| 82 | Primary ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον, |
| 83 | Primary Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς, |
| 84 | Primary Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς |
| 85 | Primary καὶ Λιβύην, ἵνα τʼ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι. |
| 86 | Primary τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν. |
| 87 | Primary ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν |
| 88 | Primary τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος, |
| 89 | Primary ἀλλʼ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι. |
| 90 | Primary ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων |
| 91 | Primary ἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν |
| 92 | Primary λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο· |
| 93 | Primary ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω. |
| 94 | Primary καὶ πατέρων τάδε μέλλετʼ ἀκουέμεν, οἵ τινες ὑμῖν |
| 95 | Primary εἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκον |
| 96 | Primary εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά. |
| 97 | Primary ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν |
| 98 | Primary ναίειν, οἱ δʼ ἄνδρες σόοι ἔμμεναι, οἳ τότʼ ὄλοντο |
| 99 | Primary Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο. |
| 100 | Primary ἀλλʼ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων |
| 101 | Primary πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν |
| 102 | Primary ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δʼ αὖτε |
| 103 | Primary παύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο. |
| 104 | Primary τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ, |
| 105 | Primary ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν |
| 106 | Primary μνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσʼ ἐμόγησεν, |
| 107 | Primary ὅσσʼ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δʼ ἄρʼ ἔμελλεν |
| 108 | Primary αὐτῷ κήδεʼ ἔσεσθαι, ἐμοὶ δʼ ἄχος αἰὲν ἄλαστον |
| 109 | Primary κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν, |
| 110 | Primary ζώει ὅ γʼ ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν |
| 111 | Primary Λαέρτης θʼ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια |
| 112 | Primary Τηλέμαχός θʼ, ὃν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ. |
| 113 | Primary ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο. |
| 114 | Primary δάκρυ δʼ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας, |
| 115 | Primary χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχὼν |
| 116 | Primary ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος, |
| 117 | Primary μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν, |
| 118 | Primary ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι |
| 119 | Primary ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο. |
| 120 | Primary ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, |
| 121 | Primary ἐκ δʼ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο |
| 122 | Primary ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα. |
| 123 | Primary τῇ δʼ ἄρʼ ἅμʼ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν, |
| 124 | Primary Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο, |
| 125 | Primary Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν |
| 126 | Primary Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναιʼ ἐνὶ Θήβῃς |
| 127 | Primary Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται· |
| 128 | Primary ὃς Μενελάῳ δῶκε δύʼ ἀργυρέας ἀσαμίνθους, |
| 129 | Primary δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα. |
| 130 | Primary χωρὶς δʼ αὖθʼ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα· |
| 131 | Primary χρυσέην τʼ ἠλακάτην τάλαρόν θʼ ὑπόκυκλον ὄπασσεν |
| 132 | Primary ἀργύρεον, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράαντο. |
| 133 | Primary τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα |
| 134 | Primary νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπʼ αὐτῷ |
| 135 | Primary ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα. |
| 136 | Primary ἕζετο δʼ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν. |
| 137 | Primary αὐτίκα δʼ ἥ γʼ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα· |
| 138 | Primary ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε |
| 139 | Primary ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ; |
| 140 | Primary ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός. |
| 141 | Primary οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι |
| 142 | Primary οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα, σέβας μʼ ἔχει εἰσορόωσαν, |
| 143 | Primary ὡς ὅδʼ Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε, |
| 144 | Primary Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ |
| 145 | Primary κεῖνος ἀνήρ, ὅτʼ ἐμεῖο κυνώπιδος εἵνεκʼ Ἀχαιοὶ |
| 146 | Primary ἤλθεθʼ ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες. |
| 147 | Primary τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος· |
| 148 | Primary οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις· |
| 149 | Primary κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες |
| 150 | Primary ὀφθαλμῶν τε βολαὶ κεφαλή τʼ ἐφύπερθέ τε χαῖται. |
| 151 | Primary καὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφʼ Ὀδυσῆι |
| 152 | Primary μυθεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν |
| 153 | Primary ἀμφʼ ἐμοί, αὐτὰρ ὁ πικρὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβε, |
| 154 | Primary χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχών. |
| 155 | Primary τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα· |
| 156 | Primary Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, |
| 157 | Primary κείνου μέν τοι ὅδʼ υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις· |
| 158 | Primary ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δʼ ἐνὶ θυμῷ |
| 159 | Primary ὧδʼ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν |
| 160 | Primary ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθʼ αὐδῇ. |
| 161 | Primary αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ |
| 162 | Primary τῷ ἅμα πομπὸν ἕπεσθαι· ἐέλδετο γάρ σε ἰδέσθαι, |
| 163 | Primary ὄφρα οἱ ἤ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον. |
| 164 | Primary πολλὰ γὰρ ἄλγεʼ ἔχει πατρὸς πάϊς οἰχομένοιο |
| 165 | Primary ἐν μεγάροις, ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν, |
| 166 | Primary ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι |
| 167 | Primary εἴσʼ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα. |
| 168 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος· |
| 169 | Primary ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ |
| 170 | Primary ἵκεθʼ, ὃς εἵνεκʼ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους· |
| 171 | Primary καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων |
| 172 | Primary Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε |
| 173 | Primary νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς. |
| 174 | Primary καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʼ ἔτευξα, |
| 175 | Primary ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ |
| 176 | Primary καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας, |
| 177 | Primary αἳ περιναιετάουσιν, ἀνάσσονται δʼ ἐμοὶ αὐτῷ. |
| 178 | Primary καί κε θάμʼ ἐνθάδʼ ἐόντες ἐμισγόμεθʼ· οὐδέ κεν ἡμέας |
| 179 | Primary ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε, |
| 180 | Primary πρίν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν. |
| 181 | Primary ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός, |
| 182 | Primary ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν. |
| 183 | Primary ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο. |
| 184 | Primary κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα, |
| 185 | Primary κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος, |
| 186 | Primary οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε· |
| 187 | Primary μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο, |
| 188 | Primary τόν ῥʼ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός· |
| 189 | Primary τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεα πτερόεντʼ ἀγόρευεν· |
| 190 | Primary Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι |
| 191 | Primary Νέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο |
| 192 | Primary οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν. |
| 193 | Primary καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε |
| 194 | Primary τέρπομʼ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς |
| 195 | Primary ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν |
| 196 | Primary κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ. |
| 197 | Primary τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν, |
| 198 | Primary κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν. |
| 199 | Primary καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος |
| 200 | Primary Ἀργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γε |
| 201 | Primary ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι |
| 202 | Primary Ἀντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν. |
| 203 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος· |
| 204 | Primary ὦ φίλʼ, ἐπεὶ τόσα εἶπες, ὅσʼ ἂν πεπνυμένος ἀνὴρ |
| 205 | Primary εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη· |
| 206 | Primary τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις, |
| 207 | Primary ῥεῖα δʼ ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίων |
| 208 | Primary ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε, |
| 209 | Primary ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα |
| 210 | Primary αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν, |
| 211 | Primary υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους. |
| 212 | Primary ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη, |
| 213 | Primary δόρπου δʼ ἐξαῦτις μνησώμεθα, χερσὶ δʼ ἐφʼ ὕδωρ |
| 214 | Primary χευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται |
| 215 | Primary Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν. |
| 216 | Primary ὣς ἔφατʼ, Ἀσφαλίων δʼ ἄρʼ ὕδωρ ἐπὶ χεῖρας ἔχευεν, |
| 217 | Primary ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο. |
| 218 | Primary οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. |
| 219 | Primary ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησʼ Ἑλένη Διὸς ἐκγεγαυῖα· |
| 220 | Primary αὐτίκʼ ἄρʼ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον, |
| 221 | Primary νηπενθές τʼ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων. |
| 222 | Primary ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη, |
| 223 | Primary οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν, |
| 224 | Primary οὐδʼ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε, |
| 225 | Primary οὐδʼ εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν |
| 226 | Primary χαλκῷ δηιόῳεν, ὁ δʼ ὀφθαλμοῖσιν ὁρῷτο. |
| 227 | Primary τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα, |
| 228 | Primary ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις |
| 229 | Primary Αἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα |
| 230 | Primary φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά· |
| 231 | Primary ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων |
| 232 | Primary ἀνθρώπων· ἦ γὰρ Παιήονός εἰσι γενέθλης. |
| 233 | Primary αὐτὰρ ἐπεί ῥʼ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι, |
| 234 | Primary ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν· |
| 235 | Primary Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε |
| 236 | Primary ἀνδρῶν ἐσθλῶν παῖδες· ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ |
| 237 | Primary Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα· |
| 238 | Primary ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι |
| 239 | Primary καὶ μύθοις τέρπεσθε· ἐοικότα γὰρ καταλέξω. |
| 240 | Primary πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω, |
| 241 | Primary ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι· |
| 242 | Primary ἀλλʼ οἷον τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ |
| 243 | Primary δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί. |
| 244 | Primary αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας, |
| 245 | Primary σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι βαλών, οἰκῆι ἐοικώς, |
| 246 | Primary ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν· |
| 247 | Primary ἄλλῳ δʼ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε, |
| 248 | Primary δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν. |
| 249 | Primary τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δʼ ἀβάκησαν |
| 250 | Primary πάντες· ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα, |
| 251 | Primary καί μιν ἀνηρώτων· ὁ δὲ κερδοσύνῃ ἀλέεινεν. |
| 252 | Primary ἀλλʼ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ, |
| 253 | Primary ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον |
| 254 | Primary μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσʼ ἀναφῆναι, |
| 255 | Primary πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τʼ ἀφικέσθαι, |
| 256 | Primary καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν. |
| 257 | Primary πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ |
| 258 | Primary ἦλθε μετʼ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν. |
| 259 | Primary ἔνθʼ ἄλλαι Τρῳαὶ λίγʼ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ |
| 260 | Primary χαῖρʼ, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι |
| 261 | Primary ἂψ οἶκόνδʼ, ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη |
| 262 | Primary δῶχʼ, ὅτε μʼ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης, |
| 263 | Primary παῖδά τʼ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε |
| 264 | Primary οὔ τευ δευόμενον, οὔτʼ ἂρ φρένας οὔτε τι εἶδος. |
| 265 | Primary τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος· |
| 266 | Primary ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες. |
| 267 | Primary ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε |
| 268 | Primary ἀνδρῶν ἡρώων, πολλὴν δʼ ἐπελήλυθα γαῖαν· |
| 269 | Primary ἀλλʼ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν, |
| 270 | Primary οἷον Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ. |
| 271 | Primary οἷον καὶ τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ |
| 272 | Primary ἵππῳ ἔνι ξεστῷ, ἵνʼ ἐνήμεθα πάντες ἄριστοι |
| 273 | Primary Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες. |
| 274 | Primary ἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σʼ ἔμελλε |
| 275 | Primary δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι· |
| 276 | Primary καί τοι Δηΐφοβος θεοείκελος ἕσπετʼ ἰούσῃ. |
| 277 | Primary τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα, |
| 278 | Primary ἐκ δʼ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους, |
| 279 | Primary πάντων Ἀργείων φωνὴν ἴσκουσʼ ἀλόχοισιν. |
| 280 | Primary αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς |
| 281 | Primary ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας. |
| 282 | Primary νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε |
| 283 | Primary ἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψʼ ὑπακοῦσαι· |
| 284 | Primary ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ. |
| 285 | Primary ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν, |
| 286 | Primary Ἄντικλος δὲ σέ γʼ οἶος ἀμείψασθαι ἐπέεσσιν |
| 287 | Primary ἤθελεν. ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν |
| 288 | Primary νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς· |
| 289 | Primary τόφρα δʼ ἔχʼ, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη. |
| 290 | Primary τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· |
| 291 | Primary Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, |
| 292 | Primary ἄλγιον· οὐ γάρ οἵ τι τάδʼ ἤρκεσε λυγρὸν ὄλεθρον, |
| 293 | Primary οὐδʼ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν. |
| 294 | Primary ἀλλʼ ἄγετʼ εἰς εὐνὴν τράπεθʼ ἡμέας, ὄφρα καὶ ἤδη |
| 295 | Primary ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες. |
| 296 | Primary ὣς ἔφατʼ, Ἀργείη δʼ Ἑλένη δμῳῇσι κέλευσεν |
| 297 | Primary δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ |
| 298 | Primary πορφύρεʼ ἐμβαλέειν στορέσαι τʼ ἐφύπερθε τάπητας, |
| 299 | Primary χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι. |
| 300 | Primary αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι, |
| 301 | Primary δέμνια δὲ στόρεσαν· ἐκ δὲ ξείνους ἄγε κῆρυξ. |
| 302 | Primary οἱ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο, |
| 303 | Primary Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός· |
| 304 | Primary Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο, |
| 305 | Primary πὰρ δʼ Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν. |
| 306 | Primary ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, |
| 307 | Primary ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος |
| 308 | Primary εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ, |
| 309 | Primary ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, |
| 310 | Primary βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην, |
| 311 | Primary Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· |
| 312 | Primary τίπτε δέ σε χρειὼ δεῦρʼ ἤγαγε, Τηλέμαχʼ ἥρως, |
| 313 | Primary ἐς Λακεδαίμονα δῖαν, ἐπʼ εὐρέα νῶτα θαλάσσης; |
| 314 | Primary δήμιον ἦ ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπες. |
| 315 | Primary τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· |
| 316 | Primary Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, |
| 317 | Primary ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις. |
| 318 | Primary ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα, |
| 319 | Primary δυσμενέων δʼ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ |
| 320 | Primary μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς, |
| 321 | Primary μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες. |
| 322 | Primary τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα |
| 323 | Primary κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας |
| 324 | Primary ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας |
| 325 | Primary πλαζομένου· περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ. |
| 326 | Primary μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων, |
| 327 | Primary ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς. |
| 328 | Primary λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεὺς |
| 329 | Primary ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε |
| 330 | Primary δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί, |
| 331 | Primary τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες. |
| 332 | Primary τὸν δὲ μέγʼ ὀχθήσας προσέθη ξανθὸς Μενέλαος· |
| 333 | Primary ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ |
| 334 | Primary ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες. |
| 335 | Primary ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος |
| 336 | Primary νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς |
| 337 | Primary κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα |
| 338 | Primary βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν, |
| 339 | Primary ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν, |
| 340 | Primary ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει. |
| 341 | Primary αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, |
| 342 | Primary τοῖος ἐών, οἷός ποτʼ ἐυκτιμένῃ ἐνὶ Λέσβῳ |
| 343 | Primary ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς, |
| 344 | Primary κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί, |
| 345 | Primary τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς· |
| 346 | Primary πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε. |
| 347 | Primary ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε |
| 348 | Primary ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδʼ ἀπατήσω, |
| 349 | Primary ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής, |
| 350 | Primary τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω. |
| 351 | Primary Αἰγύπτῳ μʼ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι |
| 352 | Primary ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας. |
| 353 | Primary οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων. |
| 354 | Primary νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ |
| 355 | Primary Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι, |
| 356 | Primary τόσσον ἄνευθʼ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς |
| 357 | Primary ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν· |
| 358 | Primary ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τʼ ἀπὸ νῆας ἐίσας |
| 359 | Primary ἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ. |
| 360 | Primary ἔνθα μʼ ἐείκοσιν ἤματʼ ἔχον θεοί, οὐδέ ποτʼ οὖροι |
| 361 | Primary πνείοντες φαίνονθʼ ἁλιαέες, οἵ ῥά τε νηῶν |
| 362 | Primary πομπῆες γίγνονται ἐπʼ εὐρέα νῶτα θαλάσσης. |
| 363 | Primary καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένεʼ ἀνδρῶν, |
| 364 | Primary εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μʼ ἐσάωσε, |
| 365 | Primary Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος, |
| 366 | Primary Εἰδοθέη· τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα. |
| 367 | Primary ἥ μʼ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων· |
| 368 | Primary αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον |
| 369 | Primary γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός. |
| 370 | Primary ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε· |
| 371 | Primary νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ χαλίφρων, |
| 372 | Primary ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων; |
| 373 | Primary ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ |
| 374 | Primary εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων. |
| 375 | Primary ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· |
| 376 | Primary ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων, |
| 377 | Primary ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω |
| 378 | Primary ἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν. |
| 379 | Primary ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν, |
| 380 | Primary ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου, |
| 381 | Primary νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα. |
| 382 | Primary ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων· |
| 383 | Primary τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω. |
| 384 | Primary πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς |
| 385 | Primary ἀθάνατος Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσης |
| 386 | Primary πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς· |
| 387 | Primary τὸν δέ τʼ ἐμόν φασιν πατέρʼ ἔμμεναι ἠδὲ τεκέσθαι. |
| 388 | Primary τόν γʼ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι, |
| 389 | Primary ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου |
| 390 | Primary νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα. |
| 391 | Primary καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κʼ ἐθέλῃσθα, |
| 392 | Primary ὅττι τοι ἐν μεγάροισι κακόν τʼ ἀγαθόν τε τέτυκται |
| 393 | Primary οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε. |
| 394 | Primary ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· |
| 395 | Primary αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος, |
| 396 | Primary μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται· |
| 397 | Primary ἀργαλέος γάρ τʼ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι. |
| 398 | Primary ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων· |
| 399 | Primary τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω. |
| 400 | Primary ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ, |
| 401 | Primary τῆμος ἄρʼ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς |
| 402 | Primary πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς, |
| 403 | Primary ἐκ δʼ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν· |
| 404 | Primary ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης |
| 405 | Primary ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι, |
| 406 | Primary πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν. |
| 407 | Primary ἔνθα σʼ ἐγὼν ἀγαγοῦσα ἅμʼ ἠοῖ φαινομένηφιν |
| 408 | Primary εὐνάσω ἑξείης· σὺ δʼ ἐὺ κρίνασθαι ἑταίρους |
| 409 | Primary τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι. |
| 410 | Primary πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος. |
| 411 | Primary φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν· |
| 412 | Primary αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται, |
| 413 | Primary λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων. |
| 414 | Primary τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε, |
| 415 | Primary καὶ τότʼ ἔπειθʼ ὑμῖν μελέτω κάρτος τε βίη τε, |
| 416 | Primary αὖθι δʼ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι. |
| 417 | Primary πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσʼ ἐπὶ γαῖαν |
| 418 | Primary ἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ· |
| 419 | Primary ὑμεῖς δʼ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν. |
| 420 | Primary ἀλλʼ ὅτε κεν δή σʼ αὐτὸς ἀνείρηται ἐπέεσσι, |
| 421 | Primary τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε, |
| 422 | Primary καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα, |
| 423 | Primary ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει, |
| 424 | Primary νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα. |
| 425 | Primary ὣς εἰποῦσʼ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα. |
| 426 | Primary αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθʼ ἕστασαν ἐν ψαμάθοισιν, |
| 427 | Primary ἤια· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι. |
| 428 | Primary αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, |
| 429 | Primary δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ· |
| 430 | Primary δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. |
| 431 | Primary ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, |
| 432 | Primary καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο |
| 433 | Primary ἤια πολλὰ θεοὺς γουνούμενος· αὐτὰρ ἑταίρους |
| 434 | Primary τρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπʼ ἰθύν. |
| 435 | Primary τόφρα δʼ ἄρʼ ἥ γʼ ὑποδῦσα θαλάσσης εὐρέα κόλπον |
| 436 | Primary τέσσαρα φωκάων ἐκ πόντου δέρματʼ ἔνεικε· |
| 437 | Primary πάντα δʼ ἔσαν νεόδαρτα· δόλον δʼ ἐπεμήδετο πατρί. |
| 438 | Primary εὐνὰς δʼ ἐν ψαμάθοισι διαγλάψασʼ ἁλίῃσιν |
| 439 | Primary ἧστο μένουσʼ· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς· |
| 440 | Primary ἑξείης δʼ εὔνησε, βάλεν δʼ ἐπὶ δέρμα ἑκάστῳ. |
| 441 | Primary ἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶς |
| 442 | Primary φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή· |
| 443 | Primary τίς γάρ κʼ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη; |
| 444 | Primary ἀλλʼ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγʼ ὄνειαρ· |
| 445 | Primary ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα |
| 446 | Primary ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν. |
| 447 | Primary πᾶσαν δʼ ἠοίην μένομεν τετληότι θυμῷ· |
| 448 | Primary φῶκαι δʼ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειτα |
| 449 | Primary ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης· |
| 450 | Primary ἔνδιος δʼ ὁ γέρων ἦλθʼ ἐξ ἁλός, εὗρε δὲ φώκας |
| 451 | Primary ζατρεφέας, πάσας δʼ ἄρʼ ἐπῴχετο, λέκτο δʼ ἀριθμόν· |
| 452 | Primary ἐν δʼ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ |
| 453 | Primary ὠΐσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός. |
| 454 | Primary ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθʼ, ἀμφὶ δὲ χεῖρας |
| 455 | Primary βάλλομεν· οὐδʼ ὁ γέρων δολίης ἐπελήθετο τέχνης, |
| 456 | Primary ἀλλʼ ἦ τοι πρώτιστα λέων γένετʼ ἠυγένειος, |
| 457 | Primary αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς· |
| 458 | Primary γίγνετο δʼ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον· |
| 459 | Primary ἡμεῖς δʼ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ. |
| 460 | Primary ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζʼ ὁ γέρων ὀλοφώια εἰδώς, |
| 461 | Primary καὶ τότε δή μʼ ἐπέεσσιν ἀνειρόμενος προσέειπε· |
| 462 | Primary τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο βουλάς, |
| 463 | Primary ὄφρα μʼ ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή; |
| 464 | Primary ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· |
| 465 | Primary οἶσθα, γέρον, τί με ταῦτα παρατροπέων ἐρεείνεις; |
| 466 | Primary ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρ |
| 467 | Primary εὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ. |
| 468 | Primary ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν, |
| 469 | Primary ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου, |
| 470 | Primary νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα. |
| 471 | Primary ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν· |
| 472 | Primary ἀλλὰ μάλʼ ὤφελλες Διί τʼ ἄλλοισίν τε θεοῖσι |
| 473 | Primary ῥέξας ἱερὰ κάλʼ ἀναβαινέμεν, ὄφρα τάχιστα |
| 474 | Primary σὴν ἐς πατρίδʼ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον. |
| 475 | Primary οὐ γάρ τοι πρὶν μοῖρα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι |
| 476 | Primary οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν, |
| 477 | Primary πρίν γʼ ὅτʼ ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο, |
| 478 | Primary αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θʼ ἱερὰς ἑκατόμβας |
| 479 | Primary ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι· |
| 480 | Primary καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινᾷς. |
| 481 | Primary ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ, |
| 482 | Primary οὕνεκά μʼ αὖτις ἄνωγεν ἐπʼ ἠεροειδέα πόντον |
| 483 | Primary Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε. |
| 484 | Primary ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον· |
| 485 | Primary ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ κελεύεις. |
| 486 | Primary ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, |
| 487 | Primary ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί, |
| 488 | Primary οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες, |
| 489 | Primary ἦέ τις ὤλετʼ ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸς |
| 490 | Primary ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν. |
| 491 | Primary ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν· |
| 492 | Primary Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴ |
| 493 | Primary ἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ φημι |
| 494 | Primary δὴν ἄκλαυτον ἔσεσθαι, ἐπὴν ἐὺ πάντα πύθηαι. |
| 495 | Primary πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο· |
| 496 | Primary ἀρχοὶ δʼ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων |
| 497 | Primary ἐν νόστῳ ἀπόλοντο· μάχῃ δέ τε καὶ σὺ παρῆσθα. |
| 498 | Primary εἷς δʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ. |
| 499 | Primary Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι. |
| 500 | Primary Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν |
| 501 | Primary πέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης· |
| 502 | Primary καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ, |
| 503 | Primary εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγʼ ἀάσθη· |
| 504 | Primary φῆ ῥʼ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης. |
| 505 | Primary τοῦ δὲ Ποσειδάων μεγάλʼ ἔκλυεν αὐδήσαντος· |
| 506 | Primary αὐτίκʼ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν |
| 507 | Primary ἤλασε Γυραίην πέτρην, ἀπὸ δʼ ἔσχισεν αὐτήν· |
| 508 | Primary καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ, |
| 509 | Primary τῷ ῥʼ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγʼ ἀάσθη· |
| 510 | Primary τὸν δʼ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα. |
| 511 | Primary ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ. |
| 512 | Primary σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδʼ ὑπάλυξεν |
| 513 | Primary ἐν νηυσὶ γλαφυρῇσι· σάωσε δὲ πότνια Ἥρη. |
| 514 | Primary ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε Μαλειάων ὄρος αἰπὺ |
| 515 | Primary ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα |
| 516 | Primary πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα, |
| 517 | Primary ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης |
| 518 | Primary τὸ πρίν, ἀτὰρ τότʼ ἔναιε Θυεστιάδης Αἴγισθος. |
| 519 | Primary ἀλλʼ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων, |
| 520 | Primary ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδʼ ἵκοντο, |
| 521 | Primary ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης |
| 522 | Primary καὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δʼ ἀπʼ αὐτοῦ |
| 523 | Primary δάκρυα θερμὰ χέοντʼ, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν. |
| 524 | Primary τὸν δʼ ἄρʼ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν |
| 525 | Primary Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δʼ ἔσχετο μισθὸν |
| 526 | Primary χρυσοῦ δοιὰ τάλαντα· φύλασσε δʼ ὅ γʼ εἰς ἐνιαυτόν, |
| 527 | Primary μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς. |
| 528 | Primary βῆ δʼ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν. |
| 529 | Primary αὐτίκα δʼ Αἴγισθος δολίην ἐφράσσατο τέχνην· |
| 530 | Primary κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους |
| 531 | Primary εἷσε λόχον, ἑτέρωθι δʼ ἀνώγει δαῖτα πένεσθαι. |
| 532 | Primary αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν |
| 533 | Primary ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων. |
| 534 | Primary τὸν δʼ οὐκ εἰδότʼ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν |
| 535 | Primary δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ. |
| 536 | Primary οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθʼ οἵ οἱ ἕποντο, |
| 537 | Primary οὐδέ τις Αἰγίσθου, ἀλλʼ ἔκταθεν ἐν μεγάροισιν. |
| 538 | Primary ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ, |
| 539 | Primary κλαῖον δʼ ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ |
| 540 | Primary ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο. |
| 541 | Primary αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην, |
| 542 | Primary δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής· |
| 543 | Primary μηκέτι, Ἀτρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς οὕτω |
| 544 | Primary κλαῖʼ, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν· ἀλλὰ τάχιστα |
| 545 | Primary πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι. |
| 546 | Primary ἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ κεν Ὀρέστης |
| 547 | Primary κτεῖνεν ὑποφθάμενος, σὺ δέ κεν τάφου ἀντιβολήσαις. |
| 548 | Primary ὣς ἔφατʼ, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ |
| 549 | Primary αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη, |
| 550 | Primary καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· |
| 551 | Primary τούτους μὲν δὴ οἶδα· σὺ δὲ τρίτον ἄνδρʼ ὀνόμαζε, |
| 552 | Primary ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ |
| 553 | Primary ἠὲ θανών· ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι. |
| 554 | Primary ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν· |
| 555 | Primary υἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων· |
| 556 | Primary τὸν δʼ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα, |
| 557 | Primary νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ |
| 558 | Primary ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι· |
| 559 | Primary οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι, |
| 560 | Primary οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης. |
| 561 | Primary σοὶ δʼ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε, |
| 562 | Primary Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν, |
| 563 | Primary ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης |
| 564 | Primary ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς, |
| 565 | Primary τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν· |
| 566 | Primary οὐ νιφετός, οὔτʼ ἂρ χειμὼν πολὺς οὔτε ποτʼ ὄμβρος, |
| 567 | Primary ἀλλʼ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας |
| 568 | Primary Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους· |
| 569 | Primary οὕνεκʼ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι. |
| 570 | Primary ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα. |
| 571 | Primary αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμʼ ἀντιθέοις ἑτάροισιν |
| 572 | Primary ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι. |
| 573 | Primary αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν, |
| 574 | Primary δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ, |
| 575 | Primary δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. |
| 576 | Primary ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, |
| 577 | Primary νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν, |
| 578 | Primary ἐν δʼ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς, |
| 579 | Primary ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον· |
| 580 | Primary ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. |
| 581 | Primary ἂψ δʼ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο |
| 582 | Primary στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας. |
| 583 | Primary αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων, |
| 584 | Primary χεῦʼ Ἀγαμέμνονι τύμβον, ἵνʼ ἄσβεστον κλέος εἴη. |
| 585 | Primary ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον |
| 586 | Primary ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν. |
| 587 | Primary ἀλλʼ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν, |
| 588 | Primary ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται· |
| 589 | Primary καὶ τότε σʼ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα, |
| 590 | Primary τρεῖς ἵππους καὶ δίφρον ἐύξοον· αὐτὰρ ἔπειτα |
| 591 | Primary δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν |
| 592 | Primary ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα. |
| 593 | Primary τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· |
| 594 | Primary Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδʼ ἔρυκε. |
| 595 | Primary καὶ γάρ κʼ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γʼ ἀνεχοίμην |
| 596 | Primary ἥμενος, οὐδέ κέ μʼ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων· |
| 597 | Primary αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων |
| 598 | Primary τέρπομαι. ἀλλʼ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι |
| 599 | Primary ἐν Πύλῳ ἠγαθέῃ· σὺ δέ με χρόνον ἐνθάδʼ ἐρύκεις. |
| 600 | Primary δῶρον δʼ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω· |
| 601 | Primary ἵππους δʼ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ |
| 602 | Primary ἐνθάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσεις |
| 603 | Primary εὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον |
| 604 | Primary πυροί τε ζειαί τε ἰδʼ εὐρυφυὲς κρῖ λευκόν. |
| 605 | Primary ἐν δʼ Ἰθάκῃ οὔτʼ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών· |
| 606 | Primary αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο. |
| 607 | Primary οὐ γάρ τις νήσων ἱππήλατος οὐδʼ ἐυλείμων, |
| 608 | Primary αἵ θʼ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων. |
| 609 | Primary ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος, |
| 610 | Primary χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· |
| 611 | Primary αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷʼ ἀγορεύεις· |
| 612 | Primary τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω· δύναμαι γάρ. |
| 613 | Primary δώρων δʼ ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται, |
| 614 | Primary δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστιν· |
| 615 | Primary δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ |
| 616 | Primary ἔστιν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται, |
| 617 | Primary ἔργον δʼ Ἡφαίστοιο. πόρεν δέ ἑ Φαίδιμος ἥρως, |
| 618 | Primary Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε |
| 619 | Primary κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι. |
| 620 | Primary ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, |
| 621 | Primary δαιτυμόνες δʼ ἐς δώματʼ ἴσαν θείου βασιλῆος. |
| 622 | Primary οἱ δʼ ἦγον μὲν μῆλα, φέρον δʼ ἐυήνορα οἶνον· |
| 623 | Primary σῖτον δέ σφʼ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον. |
| 624 | Primary ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο. |
| 625 | Primary μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο |
| 626 | Primary δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες |
| 627 | Primary ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες. |
| 628 | Primary Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής, |
| 629 | Primary ἀρχοὶ μνηστήρων, ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι. |
| 630 | Primary τοῖς δʼ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν |
| 631 | Primary Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν· |
| 632 | Primary Ἀντίνοʼ, ἦ ῥά τι ἴδμεν ἐνὶ φρεσίν, ἦε καὶ οὐκί, |
| 633 | Primary ὁππότε Τηλέμαχος νεῖτʼ ἐκ Πύλου ἠμαθόεντος; |
| 634 | Primary νῆά μοι οἴχετʼ ἄγων· ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς |
| 635 | Primary Ἤλιδʼ ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποι |
| 636 | Primary δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοὶ |
| 637 | Primary ἀδμῆτες· τῶν κέν τινʼ ἐλασσάμενος δαμασαίμην. |
| 638 | Primary ὣς ἔφαθʼ, οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ ἔφαντο |
| 639 | Primary ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ |
| 640 | Primary ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ. |
| 641 | Primary τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη Εὐπείθεος υἱός· |
| 642 | Primary νημερτές μοι ἔνισπε, πότʼ ᾤχετο καὶ τίνες αὐτῷ |
| 643 | Primary κοῦροι ἕποντʼ; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ |
| 644 | Primary θῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι. |
| 645 | Primary καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ, |
| 646 | Primary ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν, |
| 647 | Primary ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ. |
| 648 | Primary τὸν δʼ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα· |
| 649 | Primary αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος, |
| 650 | Primary ὁππότʼ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ |
| 651 | Primary αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη. |
| 652 | Primary κοῦροι δʼ, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθʼ ἡμέας, |
| 653 | Primary οἵ οἱ ἕποντʼ· ἐν δʼ ἀρχὸν ἐγὼ βαίνοντʼ ἐνόησα |
| 654 | Primary Μέντορα, ἠὲ θεόν, τῷ δʼ αὐτῷ πάντα ἐῴκει. |
| 655 | Primary ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖον |
| 656 | Primary χθιζὸν ὑπηοῖον, τότε δʼ ἔμβη νηὶ Πύλονδε. |
| 657 | Primary ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός, |
| 658 | Primary τοῖσιν δʼ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ. |
| 659 | Primary μνηστῆρας δʼ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων. |
| 660 | Primary τοῖσιν δʼ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός, |
| 661 | Primary ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι |
| 662 | Primary πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην· |
| 663 | Primary ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη |
| 664 | Primary Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι. |
| 665 | Primary ἐκ τοσσῶνδʼ ἀέκητι νέος πάϊς οἴχεται αὔτως |
| 666 | Primary νῆα ἐρυσσάμενος, κρίνας τʼ ἀνὰ δῆμον ἀρίστους. |
| 667 | Primary ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷ |
| 668 | Primary Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι. |
| 669 | Primary ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους, |
| 670 | Primary ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω |
| 671 | Primary ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης, |
| 672 | Primary ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός. |
| 673 | Primary ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον. |
| 674 | Primary αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος. |
| 675 | Primary οὐδʼ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος |
| 676 | Primary μύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον· |
| 677 | Primary κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς |
| 678 | Primary αὐλῆς ἐκτὸς ἐών· οἱ δʼ ἔνδοθι μῆτιν ὕφαινον. |
| 679 | Primary βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ· |
| 680 | Primary τὸν δὲ κατʼ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια· |
| 681 | Primary κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί; |
| 682 | Primary ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο |
| 683 | Primary ἔργων παύσασθαι, σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι; |
| 684 | Primary μὴ μνηστεύσαντες μηδʼ ἄλλοθʼ ὁμιλήσαντες |
| 685 | Primary ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν· |
| 686 | Primary οἳ θάμʼ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν, |
| 687 | Primary κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν |
| 688 | Primary ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες, |
| 689 | Primary οἷος Ὀδυσσεὺς ἔσκε μεθʼ ὑμετέροισι τοκεῦσιν, |
| 690 | Primary οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν |
| 691 | Primary ἐν δήμῳ, ἥ τʼ ἐστὶ δίκη θείων βασιλήων· |
| 692 | Primary ἄλλον κʼ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη. |
| 693 | Primary κεῖνος δʼ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει. |
| 694 | Primary ἀλλʼ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα |
| 695 | Primary φαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθʼ ἐυεργέων. |
| 696 | Primary τὴν δʼ αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς· |
| 697 | Primary αἲ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη. |
| 698 | Primary ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο |
| 699 | Primary μνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων· |
| 700 | Primary Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ |
| 701 | Primary οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν |
| 702 | Primary ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν. |
| 703 | Primary ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, |
| 704 | Primary δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε· τὼ δέ οἱ ὄσσε |
| 705 | Primary δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. |
| 706 | Primary ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε· |
| 707 | Primary κῆρυξ, τίπτε δέ μοι πάϊς οἴχεται; οὐδέ τί μιν χρεὼ |
| 708 | Primary νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θʼ ἁλὸς ἵπποι |
| 709 | Primary ἀνδράσι γίγνονται, περόωσι δὲ πουλὺν ἐφʼ ὑγρήν. |
| 710 | Primary ἦ ἵνα μηδʼ ὄνομʼ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται; |
| 711 | Primary τὴν δʼ ἠμείβετʼ ἔπειτα Μέδων πεπνυμένα εἰδώς· |
| 712 | Primary οὐκ οἶδʼ ἤ τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦ |
| 713 | Primary θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηται |
| 714 | Primary πατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν. |
| 715 | Primary ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμʼ Ὀδυσῆος. |
| 716 | Primary τὴν δʼ ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδʼ ἄρʼ ἔτʼ ἔτλη |
| 717 | Primary δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων, |
| 718 | Primary ἀλλʼ ἄρʼ ἐπʼ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο |
| 719 | Primary οἴκτρʼ ὀλοφυρομένη· περὶ δὲ δμῳαὶ μινύριζον |
| 720 | Primary πᾶσαι, ὅσαι κατὰ δώματʼ ἔσαν νέαι ἠδὲ παλαιαί. |
| 721 | Primary τῇς δʼ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια· |
| 722 | Primary κλῦτε, φίλαι· πέρι γάρ μοι Ὀλύμπιος ἄλγεʼ ἔδωκεν |
| 723 | Primary ἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδʼ ἐγένοντο· |
| 724 | Primary ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα, |
| 725 | Primary παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν, |
| 726 | Primary ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος. |
| 727 | Primary νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀνηρείψαντο θύελλαι |
| 728 | Primary ἀκλέα ἐκ μεγάρων, οὐδʼ ὁρμηθέντος ἄκουσα. |
| 729 | Primary σχέτλιαι, οὐδʼ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη |
| 730 | Primary ἐκ λεχέων μʼ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ, |
| 731 | Primary ὁππότʼ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν. |
| 732 | Primary εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα, |
| 733 | Primary τῷ κε μάλʼ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο, |
| 734 | Primary ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν. |
| 735 | Primary ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα, |
| 736 | Primary δμῶʼ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ, |
| 737 | Primary καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα |
| 738 | Primary Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ, |
| 739 | Primary εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας |
| 740 | Primary ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν |
| 741 | Primary ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο. |
| 742 | Primary τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια· |
| 743 | Primary νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ |
| 744 | Primary ἢ ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω. |
| 745 | Primary ᾔδεʼ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσʼ ἐκέλευε, |
| 746 | Primary σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δʼ ἕλετο μέγαν ὅρκον |
| 747 | Primary μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι |
| 748 | Primary ἢ σʼ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι, |
| 749 | Primary ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς. |
| 750 | Primary ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα, |
| 751 | Primary εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν |
| 752 | Primary εὔχεʼ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο· |
| 753 | Primary ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι. |
| 754 | Primary μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀίω |
| 755 | Primary πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο |
| 756 | Primary ἔχθεσθʼ, ἀλλʼ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι |
| 757 | Primary δώματά θʼ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς. |
| 758 | Primary ὣς φάτο, τῆς δʼ εὔνησε γόον, σχέθε δʼ ὄσσε γόοιο. |
| 759 | Primary ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα |
| 760 | Primary εἰς ὑπερῷʼ ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν, |
| 761 | Primary ἐν δʼ ἔθετʼ οὐλοχύτας κανέῳ, ἠρᾶτο δʼ Ἀθήνῃ· |
| 762 | Primary κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη, |
| 763 | Primary εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς |
| 764 | Primary ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρίʼ ἔκηε, |
| 765 | Primary τῶν νῦν μοι μνῆσαι, καί μοι φίλον υἷα σάωσον, |
| 766 | Primary μνηστῆρας δʼ ἀπάλαλκε κακῶς ὑπερηνορέοντας. |
| 767 | Primary ὣς εἰποῦσʼ ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς. |
| 768 | Primary μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα· |
| 769 | Primary ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· |
| 770 | Primary ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια |
| 771 | Primary ἀρτύει, οὐδέ τι οἶδεν ὅ οἱ φόνος υἷι τέτυκται. |
| 772 | Primary ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο. |
| 773 | Primary τοῖσιν δʼ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε· |
| 774 | Primary δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε |
| 775 | Primary πάντας ὁμῶς, μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω. |
| 776 | Primary ἀλλʼ ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν |
| 777 | Primary μῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν. |
| 778 | Primary ὣς εἰπὼν ἐκρίνατʼ ἐείκοσι φῶτας ἀρίστους, |
| 779 | Primary βὰν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης. |
| 780 | Primary νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν, |
| 781 | Primary ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ, |
| 782 | Primary ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισιν, |
| 783 | Primary πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν· |
| 784 | Primary τεύχεα δέ σφʼ ἤνεικαν ὑπέρθυμοι θεράποντες. |
| 785 | Primary ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί· |
| 786 | Primary ἔνθα δὲ δόρπον ἕλοντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν. |
| 787 | Primary ἡ δʼ ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια |
| 788 | Primary κεῖτʼ ἄρʼ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος, |
| 789 | Primary ὁρμαίνουσʼ ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων, |
| 790 | Primary ἦ ὅ γʼ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη. |
| 791 | Primary ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ |
| 792 | Primary δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι, |
| 793 | Primary τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος· |
| 794 | Primary εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα. |
| 795 | Primary ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη· |
| 796 | Primary εἴδωλον ποίησε, δέμας δʼ ἤικτο γυναικί, |
| 797 | Primary Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο, |
| 798 | Primary τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων. |
| 799 | Primary πέμπε δέ μιν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο, |
| 800 | Primary ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν |
| 801 | Primary παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος. |
| 802 | Primary ἐς θάλαμον δʼ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα, |
| 803 | Primary στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν· |
| 804 | Primary εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ; |
| 805 | Primary οὐ μέν σʼ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες |
| 806 | Primary κλαίειν οὐδʼ ἀκάχησθαι, ἐπεί ῥʼ ἔτι νόστιμός ἐστι |
| 807 | Primary σὸς παῖς· οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι. |
| 808 | Primary τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια, |
| 809 | Primary ἡδὺ μάλα κνώσσουσʼ ἐν ὀνειρείῃσι πύλῃσιν· |
| 810 | Primary τίπτε, κασιγνήτη, δεῦρʼ ἤλυθες; οὔ τι πάρος γε |
| 811 | Primary πωλέʼ, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις· |
| 812 | Primary καί με κέλεαι παύσασθαι ὀιζύος ἠδʼ ὀδυνάων |
| 813 | Primary πολλέων, αἵ μʼ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν, |
| 814 | Primary ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα, |
| 815 | Primary παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν, |
| 816 | Primary ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος· |
| 817 | Primary νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός, |
| 818 | Primary νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτʼ ἀγοράων. |
| 819 | Primary τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου· |
| 820 | Primary τοῦ δʼ ἀμφιτρομέω καὶ δείδια, μή τι πάθῃσιν, |
| 821 | Primary ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵνʼ οἴχεται, ἢ ἐνὶ πόντῳ· |
| 822 | Primary δυσμενέες γὰρ πολλοὶ ἐπʼ αὐτῷ μηχανόωνται, |
| 823 | Primary ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι. |
| 824 | Primary τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν· |
| 825 | Primary θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην· |
| 826 | Primary τοίη γάρ οἱ πομπὸς ἅμʼ ἔρχεται, ἥν τε καὶ ἄλλοι |
| 827 | Primary ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ, |
| 828 | Primary Παλλὰς Ἀθηναίη· σὲ δʼ ὀδυρομένην ἐλεαίρει· |
| 829 | Primary ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι. |
| 830 | Primary τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· |
| 831 | Primary εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς, |
| 832 | Primary εἰ δʼ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον, |
| 833 | Primary ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο, |
| 834 | Primary ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι. |
| 835 | Primary τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν· |
| 836 | Primary οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω, |
| 837 | Primary ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν. |
| 838 | Primary ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη |
| 839 | Primary ἐς πνοιὰς ἀνέμων. ἡ δʼ ἐξ ὕπνου ἀνόρουσε |
| 840 | Primary κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη, |
| 841 | Primary ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ. |
| 842 | Primary μνηστῆρες δʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα |
| 843 | Primary Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες. |
| 844 | Primary ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα, |
| 845 | Primary μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης, |
| 846 | Primary Ἀστερίς, οὐ μεγάλη· λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ |
| 847 | Primary ἀμφίδυμοι· τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί. |