Reader
Reader | Odyssey, Book 6
Odyssey
Homer
Text
Position
Line 1 of 331
Waypoints
| Line Ref | A. T. Murray | Ancient Greek |
|---|---|
| 1 | Primary ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς |
| 2 | Primary ὕπνῳ καὶ καμάτῳ ἀρημένος· αὐτὰρ Ἀθήνη |
| 3 | Primary βῆ ῥʼ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε, |
| 4 | Primary οἳ πρὶν μέν ποτʼ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ, |
| 5 | Primary ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων, |
| 6 | Primary οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν. |
| 7 | Primary ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής, |
| 8 | Primary εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων, |
| 9 | Primary ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους, |
| 10 | Primary καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατʼ ἀρούρας. |
| 11 | Primary ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει, |
| 12 | Primary Ἀλκίνοος δὲ τότʼ ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς. |
| 13 | Primary τοῦ μὲν ἔβη πρὸς δῶμα θεά, γλαυκῶπις Ἀθήνη, |
| 14 | Primary νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα. |
| 15 | Primary βῆ δʼ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη |
| 16 | Primary κοιμᾶτʼ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη, |
| 17 | Primary Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο, |
| 18 | Primary πὰρ δὲ δύʼ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι, |
| 19 | Primary σταθμοῖιν ἑκάτερθε· θύραι δʼ ἐπέκειντο φαειναί. |
| 20 | Primary ἡ δʼ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης, |
| 21 | Primary στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν, |
| 22 | Primary εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος, |
| 23 | Primary ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ. |
| 24 | Primary τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη· |
| 25 | Primary Ναυσικάα, τί νύ σʼ ὧδε μεθήμονα γείνατο μήτηρ; |
| 26 | Primary εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα, |
| 27 | Primary σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν |
| 28 | Primary ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σʼ ἄγωνται. |
| 29 | Primary ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει |
| 30 | Primary ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ. |
| 31 | Primary ἀλλʼ ἴομεν πλυνέουσαι ἅμʼ ἠοῖ φαινομένηφι· |
| 32 | Primary καί τοι ἐγὼ συνέριθος ἅμʼ ἕψομαι, ὄφρα τάχιστα |
| 33 | Primary ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι· |
| 34 | Primary ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον |
| 35 | Primary πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ. |
| 36 | Primary ἀλλʼ ἄγʼ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ |
| 37 | Primary ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσι |
| 38 | Primary ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα. |
| 39 | Primary καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν |
| 40 | Primary ἔρχεσθαι· πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος. |
| 41 | Primary ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη |
| 42 | Primary Οὔλυμπόνδʼ, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ |
| 43 | Primary ἔμμεναι. οὔτʼ ἀνέμοισι τινάσσεται οὔτε ποτʼ ὄμβρῳ |
| 44 | Primary δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλʼ αἴθρη |
| 45 | Primary πέπταται ἀνέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη· |
| 46 | Primary τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα. |
| 47 | Primary ἔνθʼ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ. |
| 48 | Primary αὐτίκα δʼ Ἠὼς ἦλθεν ἐύθρονος, ἥ μιν ἔγειρε |
| 49 | Primary Ναυσικάαν ἐύπεπλον· ἄφαρ δʼ ἀπεθαύμασʼ ὄνειρον, |
| 50 | Primary βῆ δʼ ἰέναι διὰ δώμαθʼ, ἵνʼ ἀγγείλειε τοκεῦσιν, |
| 51 | Primary πατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δʼ ἔνδον ἐόντας· |
| 52 | Primary ἡ μὲν ἐπʼ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν |
| 53 | Primary ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα· τῷ δὲ θύραζε |
| 54 | Primary ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας |
| 55 | Primary ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί. |
| 56 | Primary ἡ δὲ μάλʼ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε· |
| 57 | Primary πάππα φίλʼ, οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην |
| 58 | Primary ὑψηλὴν ἐύκυκλον, ἵνα κλυτὰ εἵματʼ ἄγωμαι |
| 59 | Primary ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται; |
| 60 | Primary καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα |
| 61 | Primary βουλὰς βουλεύειν καθαρὰ χροΐ εἵματʼ ἔχοντα. |
| 62 | Primary πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν, |
| 63 | Primary οἱ δύʼ ὀπυίοντες, τρεῖς δʼ ἠίθεοι θαλέθοντες· |
| 64 | Primary οἱ δʼ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματʼ ἔχοντες |
| 65 | Primary ἐς χορὸν ἔρχεσθαι· τὰ δʼ ἐμῇ φρενὶ πάντα μέμηλεν. |
| 66 | Primary ὣς ἔφατʼ· αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι |
| 67 | Primary πατρὶ φίλῳ. ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ· |
| 68 | Primary οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου. |
| 69 | Primary ἔρχευ· ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην |
| 70 | Primary ὑψηλὴν ἐύκυκλον, ὑπερτερίῃ ἀραρυῖαν. |
| 71 | Primary ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δʼ ἐπίθοντο. |
| 72 | Primary οἱ μὲν ἄρʼ ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην |
| 73 | Primary ὥπλεον, ἡμιόνους θʼ ὕπαγον ζεῦξάν θʼ ὑπʼ ἀπήνῃ· |
| 74 | Primary κούρη δʼ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν. |
| 75 | Primary καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπʼ ἀπήνῃ, |
| 76 | Primary μήτηρ δʼ ἐν κίστῃ ἐτίθει μενοεικέʼ ἐδωδὴν |
| 77 | Primary παντοίην, ἐν δʼ ὄψα τίθει, ἐν δʼ οἶνον ἔχευεν |
| 78 | Primary ἀσκῷ ἐν αἰγείῳ· κούρη δʼ ἐπεβήσετʼ ἀπήνης. |
| 79 | Primary δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον, |
| 80 | Primary ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν. |
| 81 | Primary ἡ δʼ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα, |
| 82 | Primary μάστιξεν δʼ ἐλάαν· καναχὴ δʼ ἦν ἡμιόνοιιν. |
| 83 | Primary αἱ δʼ ἄμοτον τανύοντο, φέρον δʼ ἐσθῆτα καὶ αὐτήν, |
| 84 | Primary οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι. |
| 85 | Primary αἱ δʼ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέʼ ἵκοντο, |
| 86 | Primary ἔνθʼ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δʼ ὕδωρ |
| 87 | Primary καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι, |
| 88 | Primary ἔνθʼ αἵ γʼ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης. |
| 89 | Primary καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα |
| 90 | Primary τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δʼ ἀπʼ ἀπήνης |
| 91 | Primary εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ, |
| 92 | Primary στεῖβον δʼ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι. |
| 93 | Primary αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα, |
| 94 | Primary ἑξείης πέτασαν παρὰ θῖνʼ ἁλός, ἧχι μάλιστα |
| 95 | Primary λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα. |
| 96 | Primary αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπʼ ἐλαίῳ |
| 97 | Primary δεῖπνον ἔπειθʼ εἵλοντο παρʼ ὄχθῃσιν ποταμοῖο, |
| 98 | Primary εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ. |
| 99 | Primary αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή, |
| 100 | Primary σφαίρῃ ταὶ δʼ ἄρʼ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι· |
| 101 | Primary τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς. |
| 102 | Primary οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεα ἰοχέαιρα, |
| 103 | Primary ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον, |
| 104 | Primary τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι· |
| 105 | Primary τῇ δέ θʼ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο, |
| 106 | Primary ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ· |
| 107 | Primary πασάων δʼ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα, |
| 108 | Primary ῥεῖά τʼ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι· |
| 109 | Primary ὣς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής. |
| 110 | Primary ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι |
| 111 | Primary ζεύξασʼ ἡμιόνους πτύξασά τε εἵματα καλά, |
| 112 | Primary ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη, |
| 113 | Primary ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τʼ ἐυώπιδα κούρην, |
| 114 | Primary ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο. |
| 115 | Primary σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφίπολον βασίλεια· |
| 116 | Primary ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δʼ ἔμβαλε δίνῃ· |
| 117 | Primary αἱ δʼ ἐπὶ μακρὸν ἄυσαν· ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεύς, |
| 118 | Primary ἑζόμενος δʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν· |
| 119 | Primary ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω; |
| 120 | Primary ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, |
| 121 | Primary ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής; |
| 122 | Primary ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή· |
| 123 | Primary νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα |
| 124 | Primary καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα. |
| 125 | Primary ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων; |
| 126 | Primary ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι. |
| 127 | Primary ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς, |
| 128 | Primary ἐκ πυκινῆς δʼ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ |
| 129 | Primary φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός. |
| 130 | Primary βῆ δʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς, |
| 131 | Primary ὅς τʼ εἶσʼ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε |
| 132 | Primary δαίεται· αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσιν |
| 133 | Primary ἠὲ μετʼ ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστὴρ |
| 134 | Primary μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν· |
| 135 | Primary ὣς Ὀδυσεὺς κούρῃσιν ἐυπλοκάμοισιν ἔμελλε |
| 136 | Primary μίξεσθαι, γυμνός περ ἐών· χρειὼ γὰρ ἵκανε. |
| 137 | Primary σμερδαλέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ, |
| 138 | Primary τρέσσαν δʼ ἄλλυδις ἄλλη ἐπʼ ἠιόνας προὐχούσας· |
| 139 | Primary οἴη δʼ Ἀλκινόου θυγάτηρ μένε· τῇ γὰρ Ἀθήνη |
| 140 | Primary θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων. |
| 141 | Primary στῆ δʼ ἄντα σχομένη· ὁ δὲ μερμήριξεν Ὀδυσσεύς, |
| 142 | Primary ἢ γούνων λίσσοιτο λαβὼν ἐυώπιδα κούρην, |
| 143 | Primary ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι |
| 144 | Primary λίσσοιτʼ, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη. |
| 145 | Primary ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι, |
| 146 | Primary λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι, |
| 147 | Primary μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη. |
| 148 | Primary αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον. |
| 149 | Primary γουνοῦμαί σε, ἄνασσα· θεός νύ τις, ἦ βροτός ἐσσι; |
| 150 | Primary εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, |
| 151 | Primary Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο, |
| 152 | Primary εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐίσκω· |
| 153 | Primary εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν, |
| 154 | Primary τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ, |
| 155 | Primary τρὶς μάκαρες δὲ κασίγνητοι· μάλα πού σφισι θυμὸς |
| 156 | Primary αἰὲν ἐυφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο, |
| 157 | Primary λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν. |
| 158 | Primary κεῖνος δʼ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων, |
| 159 | Primary ὅς κέ σʼ ἐέδνοισι βρίσας οἶκόνδʼ ἀγάγηται. |
| 160 | Primary οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν, |
| 161 | Primary οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα· σέβας μʼ ἔχει εἰσορόωντα. |
| 162 | Primary Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ |
| 163 | Primary φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα· |
| 164 | Primary ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός, |
| 165 | Primary τὴν ὁδὸν ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδεʼ ἔσεσθαι. |
| 166 | Primary ὣς δʼ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ |
| 167 | Primary δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης, |
| 168 | Primary ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δʼ αἰνῶς |
| 169 | Primary γούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει. |
| 170 | Primary χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον· |
| 171 | Primary τόφρα δέ μʼ αἰεὶ κῦμʼ ἐφόρει κραιπναί τε θύελλαι |
| 172 | Primary νήσου ἀπʼ Ὠγυγίης. νῦν δʼ ἐνθάδε κάββαλε δαίμων, |
| 173 | Primary ὄφρʼ ἔτι που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀίω |
| 174 | Primary παύσεσθʼ, ἀλλʼ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν. |
| 175 | Primary ἀλλά, ἄνασσʼ, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσας |
| 176 | Primary ἐς πρώτην ἱκόμην, τῶν δʼ ἄλλων οὔ τινα οἶδα |
| 177 | Primary ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν. |
| 178 | Primary ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι, |
| 179 | Primary εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδʼ ἰοῦσα. |
| 180 | Primary σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς, |
| 181 | Primary ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν |
| 182 | Primary ἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον, |
| 183 | Primary ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον |
| 184 | Primary ἀνὴρ ἠδὲ γυνή· πόλλʼ ἄλγεα δυσμενέεσσι, |
| 185 | Primary χάρματα δʼ εὐμενέτῃσι, μάλιστα δέ τʼ ἔκλυον αὐτοί. |
| 186 | Primary τὸν δʼ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα· |
| 187 | Primary ξεῖνʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας· |
| 188 | Primary Ζεὺς δʼ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν, |
| 189 | Primary ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ· |
| 190 | Primary καί που σοὶ τάδʼ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης. |
| 191 | Primary νῦν δʼ, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις, |
| 192 | Primary οὔτʼ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου, |
| 193 | Primary ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα. |
| 194 | Primary ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν. |
| 195 | Primary Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν, |
| 196 | Primary εἰμὶ δʼ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο, |
| 197 | Primary τοῦ δʼ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε. |
| 198 | Primary ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε· |
| 199 | Primary στῆτέ μοι, ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι; |
| 200 | Primary ἦ μή πού τινα δυσμενέων φάσθʼ ἔμμεναι ἀνδρῶν; |
| 201 | Primary οὐκ ἔσθʼ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται, |
| 202 | Primary ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται |
| 203 | Primary δηιοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν. |
| 204 | Primary οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ, |
| 205 | Primary ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος. |
| 206 | Primary ἀλλʼ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδʼ ἱκάνει, |
| 207 | Primary τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες |
| 208 | Primary ξεῖνοί τε πτωχοί τε, δόσις δʼ ὀλίγη τε φίλη τε. |
| 209 | Primary ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε, |
| 210 | Primary λούσατέ τʼ ἐν ποταμῷ, ὅθʼ ἐπὶ σκέπας ἔστʼ ἀνέμοιο. |
| 211 | Primary ὣς ἔφαθʼ, αἱ δʼ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν, |
| 212 | Primary κὰδ δʼ ἄρʼ Ὀδυσσῆʼ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσεν |
| 213 | Primary Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο· |
| 214 | Primary πὰρ δʼ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματʼ ἔθηκαν, |
| 215 | Primary δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον, |
| 216 | Primary ἤνωγον δʼ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν. |
| 217 | Primary δή ῥα τότʼ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς· |
| 218 | Primary ἀμφίπολοι, στῆθʼ οὕτω ἀπόπροθεν, ὄφρʼ ἐγὼ αὐτὸς |
| 219 | Primary ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφὶ δʼ ἐλαίῳ |
| 220 | Primary χρίσομαι· ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή. |
| 221 | Primary ἄντην δʼ οὐκ ἂν ἐγώ γε λοέσσομαι· αἰδέομαι γὰρ |
| 222 | Primary γυμνοῦσθαι κούρῃσιν ἐυπλοκάμοισι μετελθών. |
| 223 | Primary ὣς ἔφαθʼ, αἱ δʼ ἀπάνευθεν ἴσαν, εἶπον δʼ ἄρα κούρῃ. |
| 224 | Primary αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς |
| 225 | Primary ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους, |
| 226 | Primary ἐκ κεφαλῆς δʼ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο. |
| 227 | Primary αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπʼ ἄλειψεν, |
| 228 | Primary ἀμφὶ δὲ εἵματα ἕσσαθʼ ἅ οἱ πόρε παρθένος ἀδμής, |
| 229 | Primary τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα |
| 230 | Primary μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος |
| 231 | Primary οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας. |
| 232 | Primary ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ |
| 233 | Primary ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη |
| 234 | Primary τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει, |
| 235 | Primary ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις. |
| 236 | Primary ἕζετʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης, |
| 237 | Primary κάλλεϊ καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη. |
| 238 | Primary δή ῥα τότʼ ἀμφιπόλοισιν ἐυπλοκάμοισι μετηύδα· |
| 239 | Primary κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω. |
| 240 | Primary οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν, |
| 241 | Primary Φαιήκεσσʼ ὅδʼ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι· |
| 242 | Primary πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατʼ εἶναι, |
| 243 | Primary νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν. |
| 244 | Primary αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη |
| 245 | Primary ἐνθάδε ναιετάων, καί οἱ ἅδοι αὐτόθι μίμνειν. |
| 246 | Primary ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε. |
| 247 | Primary ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο, |
| 248 | Primary πὰρ δʼ ἄρʼ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε. |
| 249 | Primary ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς |
| 250 | Primary ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος. |
| 251 | Primary αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλʼ ἐνόησεν· |
| 252 | Primary εἵματʼ ἄρα πτύξασα τίθει καλῆς ἐπʼ ἀπήνης, |
| 253 | Primary ζεῦξεν δʼ ἡμιόνους κρατερώνυχας, ἂν δʼ ἔβη αὐτή, |
| 254 | Primary ὤτρυνεν δʼ Ὀδυσῆα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· |
| 255 | Primary ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδʼ ἴμεν ὄφρα σε πέμψω |
| 256 | Primary πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι |
| 257 | Primary πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι. |
| 258 | Primary ἀλλὰ μάλʼ ὧδʼ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν· |
| 259 | Primary ὄφρʼ ἂν μέν κʼ ἀγροὺς ἴομεν καὶ ἔργʼ ἀνθρώπων, |
| 260 | Primary τόφρα σὺν ἀμφιπόλοισι μεθʼ ἡμιόνους καὶ ἄμαξαν |
| 261 | Primary καρπαλίμως ἔρχεσθαι· ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω. |
| 262 | Primary αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος |
| 263 | Primary ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος, |
| 264 | Primary λεπτὴ δʼ εἰσίθμη· νῆες δʼ ὁδὸν ἀμφιέλισσαι |
| 265 | Primary εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ. |
| 266 | Primary ἔνθα δέ τέ σφʼ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς, |
| 267 | Primary ῥυτοῖσιν λάεσσι κατωρυχέεσσʼ ἀραρυῖα. |
| 268 | Primary ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι, |
| 269 | Primary πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά. |
| 270 | Primary οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη, |
| 271 | Primary ἀλλʼ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι, |
| 272 | Primary ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν. |
| 273 | Primary τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω |
| 274 | Primary μωμεύῃ· μάλα δʼ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον· |
| 275 | Primary καί νύ τις ὧδʼ εἴπῃσι κακώτερος ἀντιβολήσας· |
| 276 | Primary τίς δʼ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε |
| 277 | Primary ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ. |
| 278 | Primary ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς |
| 279 | Primary ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν· |
| 280 | Primary ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν |
| 281 | Primary οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα. |
| 282 | Primary βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν |
| 283 | Primary ἄλλοθεν· ἦ γὰρ τούσδε γʼ ἀτιμάζει κατὰ δῆμον |
| 284 | Primary Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί. |
| 285 | Primary ὣς ἐρέουσιν, ἐμοὶ δέ κʼ ὀνείδεα ταῦτα γένοιτο. |
| 286 | Primary καὶ δʼ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι, |
| 287 | Primary ἥ τʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων, |
| 288 | Primary ἀνδράσι μίσγηται, πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν. |
| 289 | Primary ξεῖνε, σὺ δʼ ὦκʼ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα |
| 290 | Primary πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο. |
| 291 | Primary δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου |
| 292 | Primary αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών· |
| 293 | Primary ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τʼ ἀλωή, |
| 294 | Primary τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας. |
| 295 | Primary ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς |
| 296 | Primary ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός. |
| 297 | Primary αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματʼ ἀφῖχθαι, |
| 298 | Primary καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδʼ ἐρέεσθαι |
| 299 | Primary δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο. |
| 300 | Primary ῥεῖα δʼ ἀρίγνωτʼ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο |
| 301 | Primary νήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται |
| 302 | Primary δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο |
| 303 | Primary ἥρωος. ἀλλʼ ὁπότʼ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή, |
| 304 | Primary ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρʼ ἂν ἵκηαι |
| 305 | Primary μητέρʼ ἐμήν· ἡ δʼ ἧσται ἐπʼ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ, |
| 306 | Primary ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι, |
| 307 | Primary κίονι κεκλιμένη· δμωαὶ δέ οἱ εἵατʼ ὄπισθεν. |
| 308 | Primary ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ, |
| 309 | Primary τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς. |
| 310 | Primary τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας |
| 311 | Primary βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι |
| 312 | Primary χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί. |
| 313 | Primary εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ, |
| 314 | Primary ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι |
| 315 | Primary οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν. |
| 316 | Primary ὣς ἄρα φωνήσασʼ ἵμασεν μάστιγι φαεινῇ |
| 317 | Primary ἡμιόνους· αἱ δʼ ὦκα λίπον ποταμοῖο ῥέεθρα. |
| 318 | Primary αἱ δʼ ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν· |
| 319 | Primary ἡ δὲ μάλʼ ἡνιόχευεν, ὅπως ἅμʼ ἑποίατο πεζοὶ |
| 320 | Primary ἀμφίπολοί τʼ Ὀδυσεύς τε, νόῳ δʼ ἐπέβαλλεν ἱμάσθλην. |
| 321 | Primary δύσετό τʼ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο |
| 322 | Primary ἱρὸν Ἀθηναίης, ἵνʼ ἄρʼ ἕζετο δῖος Ὀδυσσεύς. |
| 323 | Primary αὐτίκʼ ἔπειτʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο· |
| 324 | Primary κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη· |
| 325 | Primary νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτʼ ἄκουσας |
| 326 | Primary ῥαιομένου, ὅτε μʼ ἔρραιε κλυτὸς ἐννοσίγαιος. |
| 327 | Primary δός μʼ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν. |
| 328 | Primary ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη. |
| 329 | Primary αὐτῷ δʼ οὔ πω φαίνετʼ ἐναντίη· αἴδετο γάρ ῥα |
| 330 | Primary πατροκασίγνητον· ὁ δʼ ἐπιζαφελῶς μενέαινεν |
| 331 | Primary ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι. |