Reader
Reader | Odyssey, Book 7
Odyssey
Homer
Text
Position
Line 1 of 347
Waypoints
| Line Ref | A. T. Murray | Ancient Greek |
|---|---|
| 1 | Primary ὧς ὁ μὲν ἔνθʼ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς, |
| 2 | Primary κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν. |
| 3 | Primary ἡ δʼ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθʼ ἵκανε, |
| 4 | Primary στῆσεν ἄρʼ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς |
| 5 | Primary ἵσταντʼ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥʼ ὑπʼ ἀπήνης |
| 6 | Primary ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω. |
| 7 | Primary αὐτὴ δʼ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ |
| 8 | Primary γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα, |
| 9 | Primary τήν ποτʼ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι· |
| 10 | Primary Ἀλκινόῳ δʼ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν |
| 11 | Primary Φαιήκεσσιν ἄνασσε, θεοῦ δʼ ὣς δῆμος ἄκουεν· |
| 12 | Primary ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν. |
| 13 | Primary ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει. |
| 14 | Primary καὶ τότʼ Ὀδυσσεὺς ὦρτο πόλινδʼ ἴμεν· ἀμφὶ δʼ Ἀθήνη |
| 15 | Primary πολλὴν ἠέρα χεῦε φίλα φρονέουσʼ Ὀδυσῆι, |
| 16 | Primary μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας |
| 17 | Primary κερτομέοι τʼ ἐπέεσσι καὶ ἐξερέοιθʼ ὅτις εἴη. |
| 18 | Primary ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν, |
| 19 | Primary ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη, |
| 20 | Primary παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ. |
| 21 | Primary στῆ δὲ πρόσθʼ αὐτοῦ, ὁ δʼ ἀνείρετο δῖος Ὀδυσσεύς· |
| 22 | Primary ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο |
| 23 | Primary Ἀλκινόου, ὃς τοῖσδε μετʼ ἀνθρώποισι ἀνάσσει; |
| 24 | Primary καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνω |
| 25 | Primary τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδα |
| 26 | Primary ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν. |
| 27 | Primary τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· |
| 28 | Primary τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις, |
| 29 | Primary δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει. |
| 30 | Primary ἀλλʼ ἴθι σιγῇ τοῖον, ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω, |
| 31 | Primary μηδέ τινʼ ἀνθρώπων προτιόσσεο μηδʼ ἐρέεινε. |
| 32 | Primary οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται, |
| 33 | Primary οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ ὅς κʼ ἄλλοθεν ἔλθῃ. |
| 34 | Primary νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι |
| 35 | Primary λαῖτμα μέγʼ ἐκπερόωσιν, ἐπεί σφισι δῶκʼ ἐνοσίχθων· |
| 36 | Primary τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα. |
| 37 | Primary ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη |
| 38 | Primary καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο. |
| 39 | Primary τὸν δʼ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν |
| 40 | Primary ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη |
| 41 | Primary εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν |
| 42 | Primary θεσπεσίην κατέχευε φίλα φρονέουσʼ ἐνὶ θυμῷ. |
| 43 | Primary θαύμαζεν δʼ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας |
| 44 | Primary αὐτῶν θʼ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ |
| 45 | Primary ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι. |
| 46 | Primary ἀλλʼ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθʼ ἵκοντο, |
| 47 | Primary τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη· |
| 48 | Primary οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις |
| 49 | Primary πεφραδέμεν· δήεις δὲ διοτρεφέας βασιλῆας |
| 50 | Primary δαίτην δαινυμένους· σὺ δʼ ἔσω κίε, μηδέ τι θυμῷ |
| 51 | Primary τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων |
| 52 | Primary ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι. |
| 53 | Primary δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν· |
| 54 | Primary Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων |
| 55 | Primary τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα. |
| 56 | Primary Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων |
| 57 | Primary γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη, |
| 58 | Primary ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος, |
| 59 | Primary ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν. |
| 60 | Primary ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός· |
| 61 | Primary τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα |
| 62 | Primary Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε· |
| 63 | Primary Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε. |
| 64 | Primary τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλων |
| 65 | Primary νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα |
| 66 | Primary Ἀρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν, |
| 67 | Primary καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη, |
| 68 | Primary ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν. |
| 69 | Primary ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν |
| 70 | Primary ἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιο |
| 71 | Primary καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες |
| 72 | Primary δειδέχαται μύθοισιν, ὅτε στείχῃσʼ ἀνὰ ἄστυ. |
| 73 | Primary οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ· |
| 74 | Primary ᾗσι τʼ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει. |
| 75 | Primary εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ, |
| 76 | Primary ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι |
| 77 | Primary οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν. |
| 78 | Primary ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη |
| 79 | Primary πόντον ἐπʼ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν, |
| 80 | Primary ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην, |
| 81 | Primary δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς |
| 82 | Primary Ἀλκινόου πρὸς δώματʼ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ |
| 83 | Primary ὥρμαινʼ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι. |
| 84 | Primary ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης |
| 85 | Primary δῶμα καθʼ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο. |
| 86 | Primary χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʼ ἔνθα καὶ ἔνθα, |
| 87 | Primary ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο· |
| 88 | Primary χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον· |
| 89 | Primary σταθμοὶ δʼ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ, |
| 90 | Primary ἀργύρεον δʼ ἐφʼ ὑπερθύριον, χρυσέη δὲ κορώνη. |
| 91 | Primary χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν, |
| 92 | Primary οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι |
| 93 | Primary δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο, |
| 94 | Primary ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα. |
| 95 | Primary ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα, |
| 96 | Primary ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθʼ ἐνὶ πέπλοι |
| 97 | Primary λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν. |
| 98 | Primary ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο |
| 99 | Primary πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον. |
| 100 | Primary χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν |
| 101 | Primary ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες, |
| 102 | Primary φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι. |
| 103 | Primary πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες |
| 104 | Primary αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν, |
| 105 | Primary αἱ δʼ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν |
| 106 | Primary ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο· |
| 107 | Primary καιρουσσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον. |
| 108 | Primary ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν |
| 109 | Primary νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες |
| 110 | Primary ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνη |
| 111 | Primary ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς. |
| 112 | Primary ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων |
| 113 | Primary τετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν. |
| 114 | Primary ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα, |
| 115 | Primary ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι |
| 116 | Primary συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι. |
| 117 | Primary τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδʼ ἀπολείπει |
| 118 | Primary χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλʼ αἰεὶ |
| 119 | Primary Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει. |
| 120 | Primary ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ, |
| 121 | Primary αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ. |
| 122 | Primary ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται, |
| 123 | Primary τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ |
| 124 | Primary τέρσεται ἠελίῳ, ἑτέρας δʼ ἄρα τε τρυγόωσιν, |
| 125 | Primary ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τʼ ὄμφακές εἰσιν |
| 126 | Primary ἄνθος ἀφιεῖσαι, ἕτεραι δʼ ὑποπερκάζουσιν. |
| 127 | Primary ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον |
| 128 | Primary παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι· |
| 129 | Primary ἐν δὲ δύω κρῆναι ἡ μέν τʼ ἀνὰ κῆπον ἅπαντα |
| 130 | Primary σκίδναται, ἡ δʼ ἑτέρωθεν ὑπʼ αὐλῆς οὐδὸν ἵησι |
| 131 | Primary πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται. |
| 132 | Primary τοῖʼ ἄρʼ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα. |
| 133 | Primary ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς. |
| 134 | Primary αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ, |
| 135 | Primary καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω. |
| 136 | Primary εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας |
| 137 | Primary σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ, |
| 138 | Primary ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου. |
| 139 | Primary αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς |
| 140 | Primary πολλὴν ἠέρʼ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη, |
| 141 | Primary ὄφρʼ ἵκετʼ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα. |
| 142 | Primary ἀμφὶ δʼ ἄρʼ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς, |
| 143 | Primary καὶ τότε δή ῥʼ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ. |
| 144 | Primary οἱ δʼ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες· |
| 145 | Primary θαύμαζον δʼ ὁρόωντες. ὁ δὲ λιτάνευεν Ὀδυσσεύς· |
| 146 | Primary Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο, |
| 147 | Primary σόν τε πόσιν σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας |
| 148 | Primary τούσδε τε δαιτυμόνας· τοῖσιν θεοὶ ὄλβια δοῖεν |
| 149 | Primary ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος |
| 150 | Primary κτήματʼ ἐνὶ μεγάροισι γέρας θʼ ὅ τι δῆμος ἔδωκεν· |
| 151 | Primary αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδʼ ἱκέσθαι |
| 152 | Primary θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω. |
| 153 | Primary ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετʼ ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν |
| 154 | Primary πὰρ πυρί· οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. |
| 155 | Primary ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος, |
| 156 | Primary ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν |
| 157 | Primary καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς· |
| 158 | Primary ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· |
| 159 | Primary Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε, |
| 160 | Primary ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν, |
| 161 | Primary οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται. |
| 162 | Primary ἄλλʼ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου |
| 163 | Primary εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον |
| 164 | Primary οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ |
| 165 | Primary σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ· |
| 166 | Primary δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων. |
| 167 | Primary αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἱερὸν μένος Ἀλκινόοιο, |
| 168 | Primary χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην |
| 169 | Primary ὦρσεν ἀπʼ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ, |
| 170 | Primary υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα, |
| 171 | Primary ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν. |
| 172 | Primary χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα |
| 173 | Primary καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος, |
| 174 | Primary νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. |
| 175 | Primary σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα, |
| 176 | Primary εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων. |
| 177 | Primary αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς. |
| 178 | Primary καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο· |
| 179 | Primary Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον |
| 180 | Primary πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ |
| 181 | Primary σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ. |
| 182 | Primary ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα, |
| 183 | Primary νώμησεν δʼ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν. |
| 184 | Primary αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ, ὅσον ἤθελε θυμός, |
| 185 | Primary τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε· |
| 186 | Primary κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες |
| 187 | Primary ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. |
| 188 | Primary νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες· |
| 189 | Primary ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες |
| 190 | Primary ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν |
| 191 | Primary ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς |
| 192 | Primary μνησόμεθʼ, ὥς χʼ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης |
| 193 | Primary πομπῇ ὑφʼ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται |
| 194 | Primary χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί, |
| 195 | Primary μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι, |
| 196 | Primary πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δʼ ἔπειτα |
| 197 | Primary πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι |
| 198 | Primary γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ. |
| 199 | Primary εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθεν, |
| 200 | Primary ἄλλο τι δὴ τόδʼ ἔπειτα θεοὶ περιμηχανόωνται. |
| 201 | Primary αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς |
| 202 | Primary ἡμῖν, εὖτʼ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας, |
| 203 | Primary δαίνυνταί τε παρʼ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς. |
| 204 | Primary εἰ δʼ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης, |
| 205 | Primary οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν, |
| 206 | Primary ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων. |
| 207 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· |
| 208 | Primary Ἀλκίνοʼ, ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγώ γε |
| 209 | Primary ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, |
| 210 | Primary οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν. |
| 211 | Primary οὕς τινας ὑμεῖς ἴστε μάλιστʼ ὀχέοντας ὀιζὺν |
| 212 | Primary ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην. |
| 213 | Primary καὶ δʼ ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην, |
| 214 | Primary ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα. |
| 215 | Primary ἀλλʼ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ· |
| 216 | Primary οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο |
| 217 | Primary ἔπλετο, ἥ τʼ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ |
| 218 | Primary καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα, |
| 219 | Primary ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλʼ αἰεὶ |
| 220 | Primary ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων |
| 221 | Primary ληθάνει ὅσσʼ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει. |
| 222 | Primary ὑμεῖς δʼ ὀτρύνεσθαι ἅμʼ ἠοῖ φαινομένηφιν, |
| 223 | Primary ὥς κʼ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης |
| 224 | Primary καί περ πολλὰ παθόντα· ἰδόντα με καὶ λίποι αἰὼν |
| 225 | Primary κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα. |
| 226 | Primary ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον |
| 227 | Primary πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν. |
| 228 | Primary αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ ὅσον ἤθελε θυμός, |
| 229 | Primary οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος, |
| 230 | Primary αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς, |
| 231 | Primary πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς |
| 232 | Primary ἥσθην· ἀμφίπολοι δʼ ἀπεκόσμεον ἔντεα δαιτός. |
| 233 | Primary τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων· |
| 234 | Primary ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματʼ ἰδοῦσα |
| 235 | Primary καλά, τά ῥʼ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί· |
| 236 | Primary καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· |
| 237 | Primary ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή· |
| 238 | Primary τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματʼ ἔδωκεν; |
| 239 | Primary οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδʼ ἱκέσθαι; |
| 240 | Primary τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· |
| 241 | Primary ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι |
| 242 | Primary κήδεʼ, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες· |
| 243 | Primary τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς. |
| 244 | Primary Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται· |
| 245 | Primary ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ |
| 246 | Primary ναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ |
| 247 | Primary μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων. |
| 248 | Primary ἀλλʼ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων |
| 249 | Primary οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ |
| 250 | Primary Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ. |
| 251 | Primary ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι, |
| 252 | Primary αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης |
| 253 | Primary ἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ |
| 254 | Primary νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ |
| 255 | Primary ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα |
| 256 | Primary ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε |
| 257 | Primary θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα· |
| 258 | Primary ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν. |
| 259 | Primary ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δʼ αἰεὶ |
| 260 | Primary δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ· |
| 261 | Primary ἀλλʼ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν, |
| 262 | Primary καὶ τότε δή μʼ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι |
| 263 | Primary Ζηνὸς ὑπʼ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετʼ αὐτῆς. |
| 264 | Primary πέμπε δʼ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δʼ ἔδωκε, |
| 265 | Primary σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν, |
| 266 | Primary οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε. |
| 267 | Primary ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων, |
| 268 | Primary ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα |
| 269 | Primary γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ |
| 270 | Primary δυσμόρῳ· ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ |
| 271 | Primary πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων, |
| 272 | Primary ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον, |
| 273 | Primary ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα |
| 274 | Primary εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι. |
| 275 | Primary τὴν μὲν ἔπειτα θύελλα διεσκέδασʼ· αὐτὰρ ἐγώ γε |
| 276 | Primary νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ |
| 277 | Primary ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ. |
| 278 | Primary ἔνθα κέ μʼ ἐκβαίνοντα βιήσατο κῦμʼ ἐπὶ χέρσου, |
| 279 | Primary πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ· |
| 280 | Primary ἀλλʼ ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθον |
| 281 | Primary ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος, |
| 282 | Primary λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο. |
| 283 | Primary ἐκ δʼ ἔπεσον θυμηγερέων, ἐπὶ δʼ ἀμβροσίη νὺξ |
| 284 | Primary ἤλυθʼ. ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖο |
| 285 | Primary ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα |
| 286 | Primary ἠφυσάμην· ὕπνον δὲ θεὸς κατʼ ἀπείρονα χεῦεν. |
| 287 | Primary ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ |
| 288 | Primary εὗδον παννύχιος καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ. |
| 289 | Primary δείλετό τʼ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν. |
| 290 | Primary ἀμφιπόλους δʼ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς |
| 291 | Primary παιζούσας, ἐν δʼ αὐτὴ ἔην ἐικυῖα θεῇσι· |
| 292 | Primary τὴν ἱκέτευσʼ· ἡ δʼ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ, |
| 293 | Primary ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα |
| 294 | Primary ἐρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν. |
| 295 | Primary ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδʼ αἴθοπα οἶνον |
| 296 | Primary καὶ λοῦσʼ ἐν ποταμῷ καί μοι τάδε εἵματʼ ἔδωκε. |
| 297 | Primary ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα. |
| 298 | Primary τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε· |
| 299 | Primary ξεῖνʼ, ἦ τοι μὲν τοῦτο γʼ ἐναίσιμον οὐκ ἐνόησε |
| 300 | Primary παῖς ἐμή, οὕνεκά σʼ οὔ τι μετʼ ἀμφιπόλοισι γυναιξὶν |
| 301 | Primary ἦγεν ἐς ἡμέτερον, σὺ δʼ ἄρα πρώτην ἱκέτευσας. |
| 302 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· |
| 303 | Primary ἥρως, μή τοι τοὔνεκʼ ἀμύμονα νείκεε κούρην· |
| 304 | Primary ἡ μὲν γάρ μʼ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι, |
| 305 | Primary ἀλλʼ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε, |
| 306 | Primary μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι· |
| 307 | Primary δύσζηλοι γάρ τʼ εἰμὲν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων. |
| 308 | Primary τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε· |
| 309 | Primary ξεῖνʼ, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ |
| 310 | Primary μαψιδίως κεχολῶσθαι· ἀμείνω δʼ αἴσιμα πάντα. |
| 311 | Primary αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, |
| 312 | Primary τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τʼ ἐγώ περ, |
| 313 | Primary παῖδά τʼ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι |
| 314 | Primary αὖθι μένων· οἶκον δέ κʼ ἐγὼ καὶ κτήματα δοίην, |
| 315 | Primary εἴ κʼ ἐθέλων γε μένοις· ἀέκοντα δέ σʼ οὔ τις ἐρύξει |
| 316 | Primary Φαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο. |
| 317 | Primary πομπὴν δʼ ἐς τόδʼ ἐγὼ τεκμαίρομαι, ὄφρʼ ἐὺ εἰδῇς, |
| 318 | Primary αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ |
| 319 | Primary λέξεαι, οἱ δʼ ἐλόωσι γαλήνην, ὄφρʼ ἂν ἵκηαι |
| 320 | Primary πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν, |
| 321 | Primary εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστʼ Εὐβοίης, |
| 322 | Primary τήν περ τηλοτάτω φάσʼ ἔμμεναι, οἵ μιν ἴδοντο |
| 323 | Primary λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν |
| 324 | Primary ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν. |
| 325 | Primary καὶ μὲν οἱ ἔνθʼ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν |
| 326 | Primary ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδʼ ὀπίσσω. |
| 327 | Primary εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται |
| 328 | Primary νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ. |
| 329 | Primary ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, |
| 330 | Primary εὐχόμενος δʼ ἄρα εἶπεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· |
| 331 | Primary Ζεῦ πάτερ, αἴθʼ ὅσα εἶπε τελευτήσειεν ἅπαντα |
| 332 | Primary Ἀλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν |
| 333 | Primary ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδʼ ἱκοίμην. |
| 334 | Primary ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· |
| 335 | Primary κέκλετο δʼ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν |
| 336 | Primary δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ |
| 337 | Primary πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας |
| 338 | Primary χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι. |
| 339 | Primary αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι· |
| 340 | Primary αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι, |
| 341 | Primary ὤτρυνον δʼ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν· |
| 342 | Primary ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή. |
| 343 | Primary ὣς φάν, τῷ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι. |
| 344 | Primary ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς |
| 345 | Primary τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ· |
| 346 | Primary Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο, |
| 347 | Primary πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν. |