Reader
Reader | Odyssey, Book 8
Odyssey
Homer
Text
Position
Line 1 of 586
Waypoints
| Line Ref | A. T. Murray | Ancient Greek |
|---|---|
| 1 | Primary ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, |
| 2 | Primary ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο, |
| 3 | Primary ἂν δʼ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς. |
| 4 | Primary τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο |
| 5 | Primary Φαιήκων ἀγορήνδʼ, ἥ σφιν παρὰ νηυσὶ τέτυκτο. |
| 6 | Primary ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι |
| 7 | Primary πλησίον. ἡ δʼ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη |
| 8 | Primary εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο, |
| 9 | Primary νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα, |
| 10 | Primary καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον· |
| 11 | Primary δεῦτʼ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες, |
| 12 | Primary εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε, |
| 13 | Primary ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα |
| 14 | Primary πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος. |
| 15 | Primary ὣς εἰποῦσʼ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου. |
| 16 | Primary καρπαλίμως δʼ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι |
| 17 | Primary ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἐθηήσαντο ἰδόντες |
| 18 | Primary υἱὸν Λαέρταο δαΐφρονα· τῷ δʼ ἄρʼ Ἀθήνη |
| 19 | Primary θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις |
| 20 | Primary καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι, |
| 21 | Primary ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο |
| 22 | Primary δεινός τʼ αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλους |
| 23 | Primary πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντʼ Ὀδυσῆος. |
| 24 | Primary αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο, |
| 25 | Primary τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε· |
| 26 | Primary κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες, |
| 27 | Primary ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. |
| 28 | Primary ξεῖνος ὅδʼ, οὐκ οἶδʼ ὅς τις, ἀλώμενος ἵκετʼ ἐμὸν δῶ, |
| 29 | Primary ἠὲ πρὸς ἠοίων ἦ ἑσπερίων ἀνθρώπων· |
| 30 | Primary πομπὴν δʼ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι. |
| 31 | Primary ἡμεῖς δʼ, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν. |
| 32 | Primary οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κʼ ἐμὰ δώμαθʼ ἵκηται, |
| 33 | Primary ἐνθάδʼ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς. |
| 34 | Primary ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν |
| 35 | Primary πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα |
| 36 | Primary κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι. |
| 37 | Primary δησάμενοι δʼ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ |
| 38 | Primary ἔκβητʼ· αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα |
| 39 | Primary ἡμέτερόνδʼ ἐλθόντες· ἐγὼ δʼ ἐὺ πᾶσι παρέξω. |
| 40 | Primary κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ οἱ ἄλλοι |
| 41 | Primary σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ |
| 42 | Primary ἔρχεσθʼ, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν, |
| 43 | Primary μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸν |
| 44 | Primary Δημόδοκον· τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν |
| 45 | Primary τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν. |
| 46 | Primary ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο |
| 47 | Primary σκηπτοῦχοι· κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν. |
| 48 | Primary κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα |
| 49 | Primary βήτην, ὡς ἐκέλευσʼ, ἐπὶ θῖνʼ ἁλὸς ἀτρυγέτοιο. |
| 50 | Primary αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, |
| 51 | Primary νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν, |
| 52 | Primary ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ, |
| 53 | Primary ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι, |
| 54 | Primary πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν. |
| 55 | Primary ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν· αὐτὰρ ἔπειτα |
| 56 | Primary βάν ῥʼ ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα. |
| 57 | Primary πλῆντο δʼ ἄρʼ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν |
| 58 | Primary ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἔσαν, νέοι ἠδὲ παλαιοί. |
| 59 | Primary τοῖσιν δʼ Ἀλκίνοος δυοκαίδεκα μῆλʼ ἱέρευσεν, |
| 60 | Primary ὀκτὼ δʼ ἀργιόδοντας ὕας, δύο δʼ εἰλίποδας βοῦς· |
| 61 | Primary τοὺς δέρον ἀμφί θʼ ἕπον, τετύκοντό τε δαῖτʼ ἐρατεινήν. |
| 62 | Primary κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν, |
| 63 | Primary τὸν πέρι μοῦσʼ ἐφίλησε, δίδου δʼ ἀγαθόν τε κακόν τε· |
| 64 | Primary ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν. |
| 65 | Primary τῷ δʼ ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον |
| 66 | Primary μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας· |
| 67 | Primary κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν |
| 68 | Primary αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι |
| 69 | Primary κῆρυξ· πὰρ δʼ ἐτίθει κάνεον καλήν τε τράπεζαν, |
| 70 | Primary πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι. |
| 71 | Primary οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. |
| 72 | Primary αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, |
| 73 | Primary μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν, |
| 74 | Primary οἴμης τῆς τότʼ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε, |
| 75 | Primary νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος, |
| 76 | Primary ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ |
| 77 | Primary ἐκπάγλοις ἐπέεσσιν, ἄναξ δʼ ἀνδρῶν Ἀγαμέμνων |
| 78 | Primary χαῖρε νόῳ, ὅ τʼ ἄριστοι Ἀχαιῶν δηριόωντο. |
| 79 | Primary ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων |
| 80 | Primary Πυθοῖ ἐν ἠγαθέῃ, ὅθʼ ὑπέρβη λάινον οὐδὸν |
| 81 | Primary χρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ |
| 82 | Primary Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς. |
| 83 | Primary ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς |
| 84 | Primary πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι |
| 85 | Primary κὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα· |
| 86 | Primary αἴδετο γὰρ Φαίηκας ὑπʼ ὀφρύσι δάκρυα λείβων. |
| 87 | Primary ἦ τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός, |
| 88 | Primary δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε |
| 89 | Primary καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν· |
| 90 | Primary αὐτὰρ ὅτʼ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν |
| 91 | Primary Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντʼ ἐπέεσσιν, |
| 92 | Primary ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν. |
| 93 | Primary ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων, |
| 94 | Primary Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν |
| 95 | Primary ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν. |
| 96 | Primary αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα· |
| 97 | Primary κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες. |
| 98 | Primary ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης |
| 99 | Primary φόρμιγγός θʼ, ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ· |
| 100 | Primary νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν |
| 101 | Primary πάντων, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν |
| 102 | Primary οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων |
| 103 | Primary πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν. |
| 104 | Primary ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο. |
| 105 | Primary κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν, |
| 106 | Primary Δημοδόκου δʼ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο |
| 107 | Primary κῆρυξ· ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι |
| 108 | Primary Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες. |
| 109 | Primary βὰν δʼ ἴμεν εἰς ἀγορήν, ἅμα δʼ ἕσπετο πουλὺς ὅμιλος, |
| 110 | Primary μυρίοι· ἂν δʼ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί. |
| 111 | Primary ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς, |
| 112 | Primary Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς, |
| 113 | Primary Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε |
| 114 | Primary Ἀμφίαλός θʼ, υἱὸς Πολυνήου Τεκτονίδαο· |
| 115 | Primary ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ, |
| 116 | Primary Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε |
| 117 | Primary πάντων Φαιήκων μετʼ ἀμύμονα Λαοδάμαντα. |
| 118 | Primary ἂν δʼ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο, |
| 119 | Primary Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος. |
| 120 | Primary οἱ δʼ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι. |
| 121 | Primary τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δʼ ἅμα πάντες |
| 122 | Primary καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο· |
| 123 | Primary τῶν δὲ θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνηος ἀμύμων· |
| 124 | Primary ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν, |
| 125 | Primary τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο. |
| 126 | Primary οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο· |
| 127 | Primary τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους. |
| 128 | Primary ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν· |
| 129 | Primary δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς, |
| 130 | Primary πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο. |
| 131 | Primary αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις, |
| 132 | Primary τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο· |
| 133 | Primary δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ ἄεθλον |
| 134 | Primary οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι, |
| 135 | Primary μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν |
| 136 | Primary αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης |
| 137 | Primary δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν· |
| 138 | Primary οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης |
| 139 | Primary ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη. |
| 140 | Primary τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε· |
| 141 | Primary Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες. |
| 142 | Primary αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον. |
| 143 | Primary αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἀγαθὸς πάϊς Ἀλκινόοιο, |
| 144 | Primary στῆ ῥʼ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε· |
| 145 | Primary δεῦρʼ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων, |
| 146 | Primary εἴ τινά που δεδάηκας· ἔοικε δέ σʼ ἴδμεν ἀέθλους· |
| 147 | Primary οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κʼ ἔῃσιν, |
| 148 | Primary ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν. |
| 149 | Primary ἀλλʼ ἄγε πείρησαι, σκέδασον δʼ ἀπὸ κήδεα θυμοῦ. |
| 150 | Primary σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη |
| 151 | Primary νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι. |
| 152 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· |
| 153 | Primary Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες; |
| 154 | Primary κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι, |
| 155 | Primary ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα, |
| 156 | Primary νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων |
| 157 | Primary ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον. |
| 158 | Primary τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ ἄντην· |
| 159 | Primary οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω |
| 160 | Primary ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται, |
| 161 | Primary ἀλλὰ τῷ, ὅς θʼ ἅμα νηὶ πολυκλήιδι θαμίζων, |
| 162 | Primary ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν, |
| 163 | Primary φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων |
| 164 | Primary κερδέων θʼ ἁρπαλέων· οὐδʼ ἀθλητῆρι ἔοικας. |
| 165 | Primary τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· |
| 166 | Primary ξεῖνʼ, οὐ καλὸν ἔειπες· ἀτασθάλῳ ἀνδρὶ ἔοικας. |
| 167 | Primary οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν |
| 168 | Primary ἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν. |
| 169 | Primary ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνήρ, |
| 170 | Primary ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τʼ ἐς αὐτὸν |
| 171 | Primary τερπόμενοι λεύσσουσιν· ὁ δʼ ἀσφαλέως ἀγορεύει |
| 172 | Primary αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν, |
| 173 | Primary ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν. |
| 174 | Primary ἄλλος δʼ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν, |
| 175 | Primary ἀλλʼ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν, |
| 176 | Primary ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως |
| 177 | Primary οὐδὲ θεὸς τεύξειε, νόον δʼ ἀποφώλιός ἐσσι. |
| 178 | Primary ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν |
| 179 | Primary εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δʼ οὐ νῆις ἀέθλων, |
| 180 | Primary ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίω |
| 181 | Primary ἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι. |
| 182 | Primary νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην |
| 183 | Primary ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων. |
| 184 | Primary ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων· |
| 185 | Primary θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών. |
| 186 | Primary ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον |
| 187 | Primary μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ |
| 188 | Primary ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι. |
| 189 | Primary τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός, |
| 190 | Primary βόμβησεν δὲ λίθος· κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ |
| 191 | Primary Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες, |
| 192 | Primary λᾶος ὑπὸ ῥιπῆς· ὁ δʼ ὑπέρπτατο σήματα πάντων |
| 193 | Primary ῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματʼ Ἀθήνη |
| 194 | Primary ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· |
| 195 | Primary καί κʼ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα |
| 196 | Primary ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ, |
| 197 | Primary ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον· |
| 198 | Primary οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει. |
| 199 | Primary ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, |
| 200 | Primary χαὶρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι. |
| 201 | Primary καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν· |
| 202 | Primary τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον ἄλλον |
| 203 | Primary ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον. |
| 204 | Primary τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει, |
| 205 | Primary δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην, |
| 206 | Primary ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω, |
| 207 | Primary πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος. |
| 208 | Primary ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο; |
| 209 | Primary ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ, |
| 210 | Primary ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων |
| 211 | Primary δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει. |
| 212 | Primary τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω, |
| 213 | Primary ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην. |
| 214 | Primary πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι· |
| 215 | Primary εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι· |
| 216 | Primary πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ |
| 217 | Primary ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι |
| 218 | Primary ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν. |
| 219 | Primary οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ |
| 220 | Primary δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί. |
| 221 | Primary τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι, |
| 222 | Primary ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες. |
| 223 | Primary ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω, |
| 224 | Primary οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οιχαλιῆι, |
| 225 | Primary οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων. |
| 226 | Primary τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας |
| 227 | Primary ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων |
| 228 | Primary ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι. |
| 229 | Primary δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ. |
| 230 | Primary οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ |
| 231 | Primary Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην |
| 232 | Primary κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα |
| 233 | Primary ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται. |
| 234 | Primary ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. |
| 235 | Primary Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν· |
| 236 | Primary ξεῖνʼ, ἐπεὶ οὐκ ἀχάριστα μεθʼ ἡμῖν ταῦτʼ ἀγορεύεις, |
| 237 | Primary ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ, |
| 238 | Primary χωόμενος ὅτι σʼ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς |
| 239 | Primary νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο, |
| 240 | Primary ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν· |
| 241 | Primary ἀλλʼ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ |
| 242 | Primary εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι |
| 243 | Primary δαινύῃ παρὰ σῇ τʼ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν, |
| 244 | Primary ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν |
| 245 | Primary Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν. |
| 246 | Primary οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί, |
| 247 | Primary ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι, |
| 248 | Primary αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρις τε χοροί τε |
| 249 | Primary εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί. |
| 250 | Primary ἀλλʼ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι, |
| 251 | Primary παίσατε, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν |
| 252 | Primary οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων |
| 253 | Primary ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ. |
| 254 | Primary Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν |
| 255 | Primary οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν. |
| 256 | Primary ὣς ἔφατʼ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ |
| 257 | Primary οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος. |
| 258 | Primary αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν |
| 259 | Primary δήμιοι, οἳ κατʼ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα, |
| 260 | Primary λείηναν δὲ χορόν, καλὸν δʼ εὔρυναν ἀγῶνα. |
| 261 | Primary κῆρυξ δʼ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν |
| 262 | Primary Δημοδόκῳ· ὁ δʼ ἔπειτα κίʼ ἐς μέσον· ἀμφὶ δὲ κοῦροι |
| 263 | Primary πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο, |
| 264 | Primary πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς |
| 265 | Primary μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ. |
| 266 | Primary αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν |
| 267 | Primary ἀμφʼ Ἄρεος φιλότητος εὐστεφάνου τʼ Ἀφροδίτης, |
| 268 | Primary ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι |
| 269 | Primary λάθρῃ, πολλὰ δʼ ἔδωκε, λέχος δʼ ᾔσχυνε καὶ εὐνὴν |
| 270 | Primary Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν |
| 271 | Primary Ἥλιος, ὅ σφʼ ἐνόησε μιγαζομένους φιλότητι. |
| 272 | Primary Ἥφαιστος δʼ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε, |
| 273 | Primary βῆ ῥʼ ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων, |
| 274 | Primary ἐν δʼ ἔθετʼ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς |
| 275 | Primary ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν. |
| 276 | Primary αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει, |
| 277 | Primary βῆ ῥʼ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνιʼ ἔκειτο, |
| 278 | Primary ἀμφὶ δʼ ἄρʼ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ· |
| 279 | Primary πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο, |
| 280 | Primary ἠύτʼ ἀράχνια λεπτά, τά γʼ οὔ κέ τις οὐδὲ ἴδοιτο, |
| 281 | Primary οὐδὲ θεῶν μακάρων· πέρι γὰρ δολόεντα τέτυκτο. |
| 282 | Primary αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν, |
| 283 | Primary εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον, |
| 284 | Primary ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων. |
| 285 | Primary οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης, |
| 286 | Primary ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα· |
| 287 | Primary βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο |
| 288 | Primary ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης. |
| 289 | Primary ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος |
| 290 | Primary ἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ· ὁ δʼ εἴσω δώματος ᾔει, |
| 291 | Primary ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· |
| 292 | Primary δεῦρο, φίλη, λέκτρονδε τραπείομεν εὐνηθέντες· |
| 293 | Primary οὐ γὰρ ἔθʼ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη |
| 294 | Primary οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους. |
| 295 | Primary ὣς φάτο, τῇ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι. |
| 296 | Primary τὼ δʼ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ |
| 297 | Primary τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο, |
| 298 | Primary οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι. |
| 299 | Primary καὶ τότε δὴ γίγνωσκον, ὅ τʼ οὐκέτι φυκτὰ πέλοντο. |
| 300 | Primary ἀγχίμολον δέ σφʼ ἦλθε περικλυτὸς ἀμφιγυήεις, |
| 301 | Primary αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι· |
| 302 | Primary Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον. |
| 303 | Primary βῆ δʼ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ· |
| 304 | Primary ἔστη δʼ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει· |
| 305 | Primary σμερδαλέον δʼ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν· |
| 306 | Primary Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες, |
| 307 | Primary δεῦθʼ, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε, |
| 308 | Primary ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη |
| 309 | Primary αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα, |
| 310 | Primary οὕνεχʼ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε |
| 311 | Primary ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος, |
| 312 | Primary ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον. |
| 313 | Primary ἀλλʼ ὄψεσθʼ, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι |
| 314 | Primary εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δʼ ὁρόων ἀκάχημαι. |
| 315 | Primary οὐ μέν σφεας ἔτʼ ἔολπα μίνυνθά γε κειέμεν οὕτως |
| 316 | Primary καὶ μάλα περ φιλέοντε· τάχʼ οὐκ ἐθελήσετον ἄμφω |
| 317 | Primary εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει, |
| 318 | Primary εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα, |
| 319 | Primary ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης, |
| 320 | Primary οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος. |
| 321 | Primary ὣς ἔφαθʼ, οἱ δʼ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ· |
| 322 | Primary ἦλθε Ποσειδάων γαιήοχος, ἦλθʼ ἐριούνης |
| 323 | Primary Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων. |
| 324 | Primary θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη. |
| 325 | Primary ἔσταν δʼ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων· |
| 326 | Primary ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι |
| 327 | Primary τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο. |
| 328 | Primary ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· |
| 329 | Primary οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν, |
| 330 | Primary ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα |
| 331 | Primary ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν, |
| 332 | Primary χωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγριʼ ὀφέλλει. |
| 333 | Primary ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· |
| 334 | Primary Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· |
| 335 | Primary Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων, |
| 336 | Primary ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς |
| 337 | Primary εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ; |
| 338 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα διάκτορος ἀργεϊφόντης· |
| 339 | Primary αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλʼ Ἄπολλον· |
| 340 | Primary δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν, |
| 341 | Primary ὑμεῖς δʼ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι, |
| 342 | Primary αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ. |
| 343 | Primary ὣς ἔφατʼ, ἐν δὲ γέλως ὦρτʼ ἀθανάτοισι θεοῖσιν. |
| 344 | Primary οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δʼ αἰεὶ |
| 345 | Primary Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα. |
| 346 | Primary καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· |
| 347 | Primary λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις, |
| 348 | Primary τίσειν αἴσιμα πάντα μετʼ ἀθανάτοισι θεοῖσιν. |
| 349 | Primary τὸν δʼ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις· |
| 350 | Primary μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε· |
| 351 | Primary δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι. |
| 352 | Primary πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσιν, |
| 353 | Primary εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας; |
| 354 | Primary τὸν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων· |
| 355 | Primary Ἥφαιστʼ, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας |
| 356 | Primary οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω. |
| 357 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις· |
| 358 | Primary οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι. |
| 359 | Primary ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο. |
| 360 | Primary τὼ δʼ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος, |
| 361 | Primary αὐτίκʼ ἀναΐξαντε ὁ μὲν Θρῄκηνδε βεβήκει, |
| 362 | Primary ἡ δʼ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη, |
| 363 | Primary ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις. |
| 364 | Primary ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ |
| 365 | Primary ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας, |
| 366 | Primary ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι. |
| 367 | Primary ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς |
| 368 | Primary τέρπετʼ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι |
| 369 | Primary Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες. |
| 370 | Primary Ἀλκίνοος δʼ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν |
| 371 | Primary μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν. |
| 372 | Primary οἱ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο, |
| 373 | Primary πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων, |
| 374 | Primary τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα |
| 375 | Primary ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶς |
| 376 | Primary ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι. |
| 377 | Primary αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀνʼ ἰθὺν πειρήσαντο, |
| 378 | Primary ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ |
| 379 | Primary ταρφέʼ ἀμειβομένω· κοῦροι δʼ ἐπελήκεον ἄλλοι |
| 380 | Primary ἑστεῶτες κατʼ ἀγῶνα, πολὺς δʼ ὑπὸ κόμπος ὀρώρει. |
| 381 | Primary δὴ τότʼ ἄρʼ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς· |
| 382 | Primary Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, |
| 383 | Primary ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους, |
| 384 | Primary ἠδʼ ἄρʼ ἑτοῖμα τέτυκτο· σέβας μʼ ἔχει εἰσορόωντα. |
| 385 | Primary ὣς φάτο, γήθησεν δʼ ἱερὸν μένος Ἀλκινόοιο, |
| 386 | Primary αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα· |
| 387 | Primary κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες. |
| 388 | Primary ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι. |
| 389 | Primary ἀλλʼ ἄγε οἱ δῶμεν ξεινήιον, ὡς ἐπιεικές. |
| 390 | Primary δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες |
| 391 | Primary ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δʼ ἐγὼ αὐτός· |
| 392 | Primary τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα |
| 393 | Primary καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος. |
| 394 | Primary αἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρʼ ἐνὶ χερσὶν |
| 395 | Primary ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ. |
| 396 | Primary Εὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι |
| 397 | Primary καὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν. |
| 398 | Primary ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον, |
| 399 | Primary δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος. |
| 400 | Primary τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε· |
| 401 | Primary Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, |
| 402 | Primary τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις. |
| 403 | Primary δώσω οἱ τόδʼ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη |
| 404 | Primary ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος |
| 405 | Primary ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται. |
| 406 | Primary ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον |
| 407 | Primary καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· |
| 408 | Primary χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δʼ εἴ πέρ τι βέβακται |
| 409 | Primary δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι. |
| 410 | Primary σοὶ δὲ θεοὶ ἄλοχόν τʼ ἰδέειν καὶ πατρίδʼ ἱκέσθαι |
| 411 | Primary δοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις. |
| 412 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· |
| 413 | Primary καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν. |
| 414 | Primary μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο |
| 415 | Primary τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν. |
| 416 | Primary ἦ ῥα καὶ ἀμφʼ ὤμοισι θέτο ξίφος ἀργυρόηλον. |
| 417 | Primary δύσετό τʼ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν. |
| 418 | Primary καὶ τά γʼ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί· |
| 419 | Primary δεξάμενοι δʼ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο |
| 420 | Primary μητρὶ παρʼ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα. |
| 421 | Primary τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο, |
| 422 | Primary ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι. |
| 423 | Primary δή ῥα τότʼ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο· |
| 424 | Primary δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέʼ, ἥ τις ἀρίστη· |
| 425 | Primary ἐν δʼ αὐτὴ θὲς φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα. |
| 426 | Primary ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δʼ ὕδωρ, |
| 427 | Primary ὄφρα λοεσσάμενός τε ἰδών τʼ ἐὺ κείμενα πάντα |
| 428 | Primary δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδʼ ἔνεικαν, |
| 429 | Primary δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων. |
| 430 | Primary καί οἱ ἐγὼ τόδʼ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω, |
| 431 | Primary χρύσεον, ὄφρʼ ἐμέθεν μεμνημένος ἤματα πάντα |
| 432 | Primary σπένδῃ ἐνὶ μεγάρῳ Διί τʼ ἄλλοισίν τε θεοῖσιν. |
| 433 | Primary ὣς ἔφατʼ, Ἀρήτη δὲ μετὰ δμῳῇσιν ἔειπεν |
| 434 | Primary ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα. |
| 435 | Primary αἱ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ, |
| 436 | Primary ἔν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι. |
| 437 | Primary γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ· |
| 438 | Primary τόφρα δʼ ἄρʼ Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν |
| 439 | Primary ἐξέφερεν θαλάμοιο, τίθει δʼ ἐνὶ κάλλιμα δῶρα, |
| 440 | Primary ἐσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν· |
| 441 | Primary ἐν δʼ αὐτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα, |
| 442 | Primary καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· |
| 443 | Primary αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλον, |
| 444 | Primary μή τίς τοι καθʼ ὁδὸν δηλήσεται, ὁππότʼ ἂν αὖτε |
| 445 | Primary εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ. |
| 446 | Primary αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς, |
| 447 | Primary αὐτίκʼ ἐπήρτυε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλεν |
| 448 | Primary ποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη· |
| 449 | Primary αὐτόδιον δʼ ἄρα μιν ταμίη λούσασθαι ἀνώγει |
| 450 | Primary ἔς ῥʼ ἀσάμινθον βάνθʼ· ὁ δʼ ἄρ ἀσπασίως ἴδε θυμῷ |
| 451 | Primary θερμὰ λοέτρʼ, ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν, |
| 452 | Primary ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο. |
| 453 | Primary τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν. |
| 454 | Primary τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ, |
| 455 | Primary ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα, |
| 456 | Primary ἔκ ῥʼ ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας |
| 457 | Primary ἤιε· Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα |
| 458 | Primary στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, |
| 459 | Primary θαύμαζεν δʼ Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα, |
| 460 | Primary καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· |
| 461 | Primary χαῖρε, ξεῖνʼ, ἵνα καί ποτʼ ἐὼν ἐν πατρίδι γαίῃ |
| 462 | Primary μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγριʼ ὀφέλλεις. |
| 463 | Primary τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς. |
| 464 | Primary Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο, |
| 465 | Primary οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης, |
| 466 | Primary οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι· |
| 467 | Primary τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην |
| 468 | Primary αἰεὶ ἤματα πάντα· σὺ γάρ μʼ ἐβιώσαο, κούρη. |
| 469 | Primary ἦ ῥα καὶ ἐς θρόνον ἷζε παρʼ Ἀλκίνοον βασιλῆα· |
| 470 | Primary οἱ δʼ ἤδη μοίρας τʼ ἔνεμον κερόωντό τε οἶνον. |
| 471 | Primary κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν, |
| 472 | Primary Δημόδοκον λαοῖσι τετιμένον· εἷσε δʼ ἄρʼ αὐτὸν |
| 473 | Primary μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας. |
| 474 | Primary δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς, |
| 475 | Primary νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο, |
| 476 | Primary ἀργιόδοντος ὑός, θαλερὴ δʼ ἦν ἀμφὶς ἀλοιφή· |
| 477 | Primary κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα φάγῃσιν, |
| 478 | Primary Δημοδόκῳ· καί μιν προσπτύξομαι ἀχνύμενός περ· |
| 479 | Primary πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ |
| 480 | Primary τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφέας |
| 481 | Primary οἴμας μοῦσʼ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν. |
| 482 | Primary ὣς ἄρʼ ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν |
| 483 | Primary ἥρῳ Δημοδόκῳ· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ. |
| 484 | Primary οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. |
| 485 | Primary αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, |
| 486 | Primary δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς· |
| 487 | Primary Δημόδοκʼ, ἔξοχα δή σε βροτῶν αἰνίζομʼ ἁπάντων. |
| 488 | Primary ἢ σέ γε μοῦσʼ ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γʼ Ἀπόλλων· |
| 489 | Primary λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις, |
| 490 | Primary ὅσσʼ ἔρξαν τʼ ἔπαθόν τε καὶ ὅσσʼ ἐμόγησαν Ἀχαιοί, |
| 491 | Primary ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας. |
| 492 | Primary ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον |
| 493 | Primary δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ, |
| 494 | Primary ὅν ποτʼ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς |
| 495 | Primary ἀνδρῶν ἐμπλήσας οἵ ῥʼ Ἴλιον ἐξαλάπαξαν. |
| 496 | Primary αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς, |
| 497 | Primary αὐτίκʼ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν, |
| 498 | Primary ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν. |
| 499 | Primary ὣς φάθʼ, ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν, |
| 500 | Primary ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν |
| 501 | Primary βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες, |
| 502 | Primary Ἀργεῖοι, τοὶ δʼ ἤδη ἀγακλυτὸν ἀμφʼ Ὀδυσῆα |
| 503 | Primary ἥατʼ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ· |
| 504 | Primary αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο. |
| 505 | Primary ὣς ὁ μὲν ἑστήκει, τοὶ δʼ ἄκριτα πόλλʼ ἀγόρευον |
| 506 | Primary ἥμενοι ἀμφʼ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή, |
| 507 | Primary ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ, |
| 508 | Primary ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης, |
| 509 | Primary ἢ ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι, |
| 510 | Primary τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν· |
| 511 | Primary αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ |
| 512 | Primary δουράτεον μέγαν ἵππον, ὅθʼ ἥατο πάντες ἄριστοι |
| 513 | Primary Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες. |
| 514 | Primary ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν |
| 515 | Primary ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες. |
| 516 | Primary ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν, |
| 517 | Primary αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο |
| 518 | Primary βήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ. |
| 519 | Primary κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα |
| 520 | Primary νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην. |
| 521 | Primary ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς |
| 522 | Primary τήκετο, δάκρυ δʼ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς. |
| 523 | Primary ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα, |
| 524 | Primary ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν, |
| 525 | Primary ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ· |
| 526 | Primary ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα |
| 527 | Primary ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τʼ ὄπισθε |
| 528 | Primary κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους |
| 529 | Primary εἴρερον εἰσανάγουσι, πόνον τʼ ἐχέμεν καὶ ὀιζύν· |
| 530 | Primary τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί· |
| 531 | Primary ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν. |
| 532 | Primary ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων, |
| 533 | Primary Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν, |
| 534 | Primary ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν. |
| 535 | Primary αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα· |
| 536 | Primary κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες, |
| 537 | Primary Δημόδοκος δʼ ἤδη σχεθέτω φόρμιγγα λίγειαν· |
| 538 | Primary οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει. |
| 539 | Primary ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός, |
| 540 | Primary ἐκ τοῦ δʼ οὔ πω παύσατʼ ὀιζυροῖο γόοιο |
| 541 | Primary ὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν. |
| 542 | Primary ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες, |
| 543 | Primary ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως· |
| 544 | Primary εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται, |
| 545 | Primary πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες. |
| 546 | Primary ἀντὶ κασιγνήτου ξεῖνός θʼ ἱκέτης τε τέτυκται |
| 547 | Primary ἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι. |
| 548 | Primary τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν |
| 549 | Primary ὅττι κέ σʼ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν. |
| 550 | Primary εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε |
| 551 | Primary ἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν. |
| 552 | Primary οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων, |
| 553 | Primary οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται, |
| 554 | Primary ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες. |
| 555 | Primary εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε, |
| 556 | Primary ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες· |
| 557 | Primary οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν, |
| 558 | Primary οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν· |
| 559 | Primary ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν, |
| 560 | Primary καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς |
| 561 | Primary ἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσιν |
| 562 | Primary ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφιν |
| 563 | Primary οὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι. |
| 564 | Primary ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα |
| 565 | Primary Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι |
| 566 | Primary ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων. |
| 567 | Primary φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα |
| 568 | Primary ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ |
| 569 | Primary ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν. |
| 570 | Primary ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν |
| 571 | Primary ἤ κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ· |
| 572 | Primary ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, |
| 573 | Primary ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας |
| 574 | Primary ἀνθρώπων, αὐτούς τε πόλιάς τʼ ἐὺ ναιετοώσας, |
| 575 | Primary ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, |
| 576 | Primary οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής. |
| 577 | Primary εἰπὲ δʼ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ |
| 578 | Primary Ἀργείων Δαναῶν ἠδʼ Ἰλίου οἶτον ἀκούων. |
| 579 | Primary τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δʼ ὄλεθρον |
| 580 | Primary ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή. |
| 581 | Primary ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ |
| 582 | Primary ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστα |
| 583 | Primary κήδιστοι τελέθουσι μεθʼ αἷμά τε καὶ γένος αὐτῶν; |
| 584 | Primary ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς, |
| 585 | Primary ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων |
| 586 | Primary γίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ. |