Reader
Reader | Odyssey, Book 9
Odyssey
Homer
Text
Position
Line 1 of 566
Waypoints
| Line Ref | A. T. Murray | Ancient Greek |
|---|---|
| 1 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· |
| 2 | Primary Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, |
| 3 | Primary ἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ |
| 4 | Primary τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν. |
| 5 | Primary οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι |
| 6 | Primary ἢ ὅτʼ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα, |
| 7 | Primary δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ |
| 8 | Primary ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι |
| 9 | Primary σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων |
| 10 | Primary οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι· |
| 11 | Primary τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι. |
| 12 | Primary σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα |
| 13 | Primary εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω· |
| 14 | Primary τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω; |
| 15 | Primary κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες. |
| 16 | Primary νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς |
| 17 | Primary εἴδετʼ, ἐγὼ δʼ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ |
| 18 | Primary ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων. |
| 19 | Primary εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν |
| 20 | Primary ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει. |
| 21 | Primary ναιετάω δʼ Ἰθάκην ἐυδείελον· ἐν δʼ ὄρος αὐτῇ |
| 22 | Primary Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές· ἀμφὶ δὲ νῆσοι |
| 23 | Primary πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι, |
| 24 | Primary Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος. |
| 25 | Primary αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται |
| 26 | Primary πρὸς ζόφον, αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε, |
| 27 | Primary τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· οὔ τοι ἐγώ γε |
| 28 | Primary ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι. |
| 29 | Primary ἦ μέν μʼ αὐτόθʼ ἔρυκε Καλυψώ, δῖα θεάων, |
| 30 | Primary ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι· |
| 31 | Primary ὣς δʼ αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν |
| 32 | Primary Αἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι· |
| 33 | Primary ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον. |
| 34 | Primary ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων |
| 35 | Primary γίγνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκον |
| 36 | Primary γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων. |
| 37 | Primary εἰ δʼ ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέʼ ἐνίσπω, |
| 38 | Primary ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι. |
| 39 | Primary Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν, |
| 40 | Primary Ἰσμάρῳ. ἔνθα δʼ ἐγὼ πόλιν ἔπραθον, ὤλεσα δʼ αὐτούς· |
| 41 | Primary ἐκ πόλιος δʼ ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες |
| 42 | Primary δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης. |
| 43 | Primary ἔνθʼ ἦ τοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέας |
| 44 | Primary ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο. |
| 45 | Primary ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλα |
| 46 | Primary ἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς· |
| 47 | Primary τόφρα δʼ ἄρʼ οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν, |
| 48 | Primary οἵ σφιν γείτονες ἦσαν, ἅμα πλέονες καὶ ἀρείους, |
| 49 | Primary ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφʼ ἵππων |
| 50 | Primary ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα. |
| 51 | Primary ἦλθον ἔπειθʼ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ, |
| 52 | Primary ἠέριοι· τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη |
| 53 | Primary ἡμῖν αἰνομόροισιν, ἵνʼ ἄλγεα πολλὰ πάθοιμεν. |
| 54 | Primary στησάμενοι δʼ ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι, |
| 55 | Primary βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν. |
| 56 | Primary ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ, |
| 57 | Primary τόφρα δʼ ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας. |
| 58 | Primary ἦμος δʼ ἠέλιος μετενίσσετο βουλυτόνδε, |
| 59 | Primary καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς. |
| 60 | Primary ἓξ δʼ ἀφʼ ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροι |
| 61 | Primary ὤλονθʼ· οἱ δʼ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε. |
| 62 | Primary ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ, |
| 63 | Primary ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους. |
| 64 | Primary οὐδʼ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι, |
| 65 | Primary πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι, |
| 66 | Primary οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες. |
| 67 | Primary νηυσὶ δʼ ἐπῶρσʼ ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺς |
| 68 | Primary λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε |
| 69 | Primary γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ. |
| 70 | Primary αἱ μὲν ἔπειτʼ ἐφέροντʼ ἐπικάρσιαι, ἱστία δέ σφιν |
| 71 | Primary τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο. |
| 72 | Primary καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον, |
| 73 | Primary αὐτὰς δʼ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε. |
| 74 | Primary ἔνθα δύω νύκτας δύο τʼ ἤματα συνεχὲς αἰεὶ |
| 75 | Primary κείμεθʼ, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες. |
| 76 | Primary ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς, |
| 77 | Primary ἱστοὺς στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες |
| 78 | Primary ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον. |
| 79 | Primary καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν· |
| 80 | Primary ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν |
| 81 | Primary καὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων. |
| 82 | Primary ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν |
| 83 | Primary πόντον ἐπʼ ἰχθυόεντα· ἀτὰρ δεκάτῃ ἐπέβημεν |
| 84 | Primary γαίης Λωτοφάγων, οἵ τʼ ἄνθινον εἶδαρ ἔδουσιν. |
| 85 | Primary ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ, |
| 86 | Primary αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι. |
| 87 | Primary αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος, |
| 88 | Primary δὴ τοτʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας, |
| 89 | Primary οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες |
| 90 | Primary ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας. |
| 91 | Primary οἱ δʼ αἶψʼ οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν· |
| 92 | Primary οὐδʼ ἄρα Λωτοφάγοι μήδονθʼ ἑτάροισιν ὄλεθρον |
| 93 | Primary ἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι. |
| 94 | Primary τῶν δʼ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν, |
| 95 | Primary οὐκέτʼ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι, |
| 96 | Primary ἀλλʼ αὐτοῦ βούλοντο μετʼ ἀνδράσι Λωτοφάγοισι |
| 97 | Primary λωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι. |
| 98 | Primary τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ, |
| 99 | Primary νηυσὶ δʼ ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας. |
| 100 | Primary αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους |
| 101 | Primary σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων, |
| 102 | Primary μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται. |
| 103 | Primary οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον, |
| 104 | Primary ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. |
| 105 | Primary ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ· |
| 106 | Primary Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων |
| 107 | Primary ἱκόμεθʼ, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν |
| 108 | Primary οὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτʼ ἀρόωσιν, |
| 109 | Primary ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται, |
| 110 | Primary πυροὶ καὶ κριθαὶ ἠδʼ ἄμπελοι, αἵ τε φέρουσιν |
| 111 | Primary οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει. |
| 112 | Primary τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες, |
| 113 | Primary ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα |
| 114 | Primary ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος |
| 115 | Primary παίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν. |
| 116 | Primary νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται, |
| 117 | Primary γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ, |
| 118 | Primary ὑλήεσσʼ· ἐν δʼ αἶγες ἀπειρέσιαι γεγάασιν |
| 119 | Primary ἄγριαι· οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει, |
| 120 | Primary οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθʼ ὕλην |
| 121 | Primary ἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες. |
| 122 | Primary οὔτʼ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτʼ ἀρότοισιν, |
| 123 | Primary ἀλλʼ ἥ γʼ ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα |
| 124 | Primary ἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας. |
| 125 | Primary οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι, |
| 126 | Primary οὐδʼ ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεν |
| 127 | Primary νῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα |
| 128 | Primary ἄστεʼ ἐπʼ ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ |
| 129 | Primary ἄνδρες ἐπʼ ἀλλήλους νηυσὶν περόωσι θάλασσαν· |
| 130 | Primary οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο. |
| 131 | Primary οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα· |
| 132 | Primary ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρʼ ὄχθας |
| 133 | Primary ὑδρηλοὶ μαλακοί· μάλα κʼ ἄφθιτοι ἄμπελοι εἶεν. |
| 134 | Primary ἐν δʼ ἄροσις λείη· μάλα κεν βαθὺ λήιον αἰεὶ |
| 135 | Primary εἰς ὥρας ἀμῷεν, ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας. |
| 136 | Primary ἐν δὲ λιμὴν ἐύορμος, ἵνʼ οὐ χρεὼ πείσματός ἐστιν, |
| 137 | Primary οὔτʼ εὐνὰς βαλέειν οὔτε πρυμνήσιʼ ἀνάψαι, |
| 138 | Primary ἀλλʼ ἐπικέλσαντας μεῖναι χρόνον εἰς ὅ κε ναυτέων |
| 139 | Primary θυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται. |
| 140 | Primary αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ, |
| 141 | Primary κρήνη ὑπὸ σπείους· περὶ δʼ αἴγειροι πεφύασιν. |
| 142 | Primary ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν |
| 143 | Primary νύκτα διʼ ὀρφναίην, οὐδὲ προυφαίνετʼ ἰδέσθαι· |
| 144 | Primary ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖʼ ἦν, οὐδὲ σελήνη |
| 145 | Primary οὐρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν. |
| 146 | Primary ἔνθʼ οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν, |
| 147 | Primary οὔτʼ οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον |
| 148 | Primary εἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι. |
| 149 | Primary κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα, |
| 150 | Primary ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης· |
| 151 | Primary ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν. |
| 152 | Primary ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, |
| 153 | Primary νῆσον θαυμάζοντες ἐδινεόμεσθα κατʼ αὐτήν. |
| 154 | Primary ὦρσαν δὲ νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο, |
| 155 | Primary αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι. |
| 156 | Primary αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους |
| 157 | Primary εἱλόμεθʼ ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες |
| 158 | Primary βάλλομεν· αἶψα δʼ ἔδωκε θεὸς μενοεικέα θήρην. |
| 159 | Primary νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην |
| 160 | Primary ἐννέα λάγχανον αἶγες· ἐμοὶ δὲ δέκʼ ἔξελον οἴῳ. |
| 161 | Primary ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα |
| 162 | Primary ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ· |
| 163 | Primary οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός, |
| 164 | Primary ἀλλʼ ἐνέην· πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι |
| 165 | Primary ἠφύσαμεν Κικόνων. ἱερὸν πτολίεθρον ἑλόντες. |
| 166 | Primary Κυκλώπων δʼ ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων, |
| 167 | Primary καπνόν τʼ αὐτῶν τε φθογγὴν ὀίων τε καὶ αἰγῶν. |
| 168 | Primary ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, |
| 169 | Primary δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. |
| 170 | Primary ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, |
| 171 | Primary καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον· |
| 172 | Primary ἄλλοι μὲν νῦν μίμνετʼ, ἐμοὶ ἐρίηρες ἑταῖροι· |
| 173 | Primary αὐτὰρ ἐγὼ σὺν νηί τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν |
| 174 | Primary ἐλθὼν τῶνδʼ ἀνδρῶν πειρήσομαι, οἵ τινές εἰσιν, |
| 175 | Primary ἤ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, |
| 176 | Primary ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής. |
| 177 | Primary ὣς εἰπὼν ἀνὰ νηὸς ἔβην, ἐκέλευσα δʼ ἑταίρους |
| 178 | Primary αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι. |
| 179 | Primary οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον, |
| 180 | Primary ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. |
| 181 | Primary ἀλλʼ ὅτε δὴ τὸν χῶρον ἀφικόμεθʼ ἐγγὺς ἐόντα, |
| 182 | Primary ἔνθα δʼ ἐπʼ ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης, |
| 183 | Primary ὑψηλόν, δάφνῃσι κατηρεφές. ἔνθα δὲ πολλὰ |
| 184 | Primary μῆλʼ, ὄιές τε καὶ αἶγες, ἰαύεσκον· περὶ δʼ αὐλὴ |
| 185 | Primary ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι |
| 186 | Primary μακρῇσίν τε πίτυσσιν ἰδὲ δρυσὶν ὑψικόμοισιν. |
| 187 | Primary ἔνθα δʼ ἀνὴρ ἐνίαυε πελώριος, ὅς ῥα τὰ μῆλα |
| 188 | Primary οἶος ποιμαίνεσκεν ἀπόπροθεν· οὐδὲ μετʼ ἄλλους |
| 189 | Primary πωλεῖτʼ, ἀλλʼ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη. |
| 190 | Primary καὶ γὰρ θαῦμʼ ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκει |
| 191 | Primary ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι |
| 192 | Primary ὑψηλῶν ὀρέων, ὅ τε φαίνεται οἶον ἀπʼ ἄλλων. |
| 193 | Primary δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους |
| 194 | Primary αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι, |
| 195 | Primary αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκʼ ἀρίστους |
| 196 | Primary βῆν· ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο |
| 197 | Primary ἡδέος, ὅν μοι ἔδωκε Μάρων, Εὐάνθεος υἱός, |
| 198 | Primary ἱρεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει, |
| 199 | Primary οὕνεκά μιν σὺν παιδὶ περισχόμεθʼ ἠδὲ γυναικὶ |
| 200 | Primary ἁζόμενοι· ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντι |
| 201 | Primary Φοίβου Ἀπόλλωνος. ὁ δέ μοι πόρεν ἀγλαὰ δῶρα· |
| 202 | Primary χρυσοῦ μέν μοι ἔδωκʼ ἐυεργέος ἑπτὰ τάλαντα, |
| 203 | Primary δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειτα |
| 204 | Primary οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσας |
| 205 | Primary ἡδὺν ἀκηράσιον, θεῖον ποτόν· οὐδέ τις αὐτὸν |
| 206 | Primary ἠείδη δμώων οὐδʼ ἀμφιπόλων ἐνὶ οἴκῳ, |
| 207 | Primary ἀλλʼ αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μίʼ οἴη. |
| 208 | Primary τὸν δʼ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν, |
| 209 | Primary ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτρα |
| 210 | Primary χεῦʼ, ὀδμὴ δʼ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει |
| 211 | Primary θεσπεσίη· τότʼ ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν. |
| 212 | Primary τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ᾖα |
| 213 | Primary κωρύκῳ· αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρ |
| 214 | Primary ἄνδρʼ ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν, |
| 215 | Primary ἄγριον, οὔτε δίκας ἐὺ εἰδότα οὔτε θέμιστας. |
| 216 | Primary καρπαλίμως δʼ εἰς ἄντρον ἀφικόμεθʼ, οὐδέ μιν ἔνδον |
| 217 | Primary εὕρομεν, ἀλλʼ ἐνόμευε νομὸν κάτα πίονα μῆλα. |
| 218 | Primary ἐλθόντες δʼ εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα. |
| 219 | Primary ταρσοὶ μὲν τυρῶν βρῖθον, στείνοντο δὲ σηκοὶ |
| 220 | Primary ἀρνῶν ἠδʼ ἐρίφων· διακεκριμέναι δὲ ἕκασται |
| 221 | Primary ἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι, |
| 222 | Primary χωρὶς δʼ αὖθʼ ἕρσαι. ναῖον δʼ ὀρῷ ἄγγεα πάντα, |
| 223 | Primary γαυλοί τε σκαφίδες τε, τετυγμένα, τοῖς ἐνάμελγεν. |
| 224 | Primary ἔνθʼ ἐμὲ μὲν πρώτισθʼ ἕταροι λίσσοντʼ ἐπέεσσιν |
| 225 | Primary τυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτα |
| 226 | Primary καρπαλίμως ἐπὶ νῆα θοὴν ἐρίφους τε καὶ ἄρνας |
| 227 | Primary σηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ· |
| 228 | Primary ἀλλʼ ἐγὼ οὐ πιθόμην, ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν, |
| 229 | Primary ὄφρʼ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη. |
| 230 | Primary οὐδʼ ἄρʼ ἔμελλʼ ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι. |
| 231 | Primary ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ |
| 232 | Primary τυρῶν αἰνύμενοι φάγομεν, μένομέν τέ μιν ἔνδον |
| 233 | Primary ἥμενοι, ἧος ἐπῆλθε νέμων. φέρε δʼ ὄβριμον ἄχθος |
| 234 | Primary ὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη, |
| 235 | Primary ἔντοσθεν δʼ ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν· |
| 236 | Primary ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ ἐς μυχὸν ἄντρου. |
| 237 | Primary αὐτὰρ ὅ γʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα |
| 238 | Primary πάντα μάλʼ ὅσσʼ ἤμελγε, τὰ δʼ ἄρσενα λεῖπε θύρηφιν, |
| 239 | Primary ἀρνειούς τε τράγους τε, βαθείης ἔκτοθεν αὐλῆς. |
| 240 | Primary αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας, |
| 241 | Primary ὄβριμον· οὐκ ἂν τόν γε δύω καὶ εἴκοσʼ ἄμαξαι |
| 242 | Primary ἐσθλαὶ τετράκυκλοι ἀπʼ οὔδεος ὀχλίσσειαν· |
| 243 | Primary τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσιν. |
| 244 | Primary ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας, |
| 245 | Primary πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ. |
| 246 | Primary αὐτίκα δʼ ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος |
| 247 | Primary πλεκτοῖς ἐν ταλάροισιν ἀμησάμενος κατέθηκεν, |
| 248 | Primary ἥμισυ δʼ αὖτʼ ἔστησεν ἐν ἄγγεσιν, ὄφρα οἱ εἴη |
| 249 | Primary πίνειν αἰνυμένῳ καί οἱ ποτιδόρπιον εἴη. |
| 250 | Primary αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα, |
| 251 | Primary καὶ τότε πῦρ ἀνέκαιε καὶ εἴσιδεν, εἴρετο δʼ ἡμέας· |
| 252 | Primary ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα; |
| 253 | Primary ἦ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε, |
| 254 | Primary οἷά τε ληιστῆρες, ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται |
| 255 | Primary ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες; |
| 256 | Primary ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτε κατεκλάσθη φίλον ἦτορ, |
| 257 | Primary δεισάντων φθόγγον τε βαρὺν αὐτόν τε πέλωρον. |
| 258 | Primary ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον· |
| 259 | Primary ἡμεῖς τοι Τροίηθεν ἀποπλαγχθέντες Ἀχαιοὶ |
| 260 | Primary παντοίοις ἀνέμοισιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης, |
| 261 | Primary οἴκαδε ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα κέλευθα |
| 262 | Primary ἤλθομεν· οὕτω που Ζεὺς ἤθελε μητίσασθαι. |
| 263 | Primary λαοὶ δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος εὐχόμεθʼ εἶναι, |
| 264 | Primary τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί· |
| 265 | Primary τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπώλεσε λαοὺς |
| 266 | Primary πολλούς. ἡμεῖς δʼ αὖτε κιχανόμενοι τὰ σὰ γοῦνα |
| 267 | Primary ἱκόμεθʼ, εἴ τι πόροις ξεινήιον ἠὲ καὶ ἄλλως |
| 268 | Primary δοίης δωτίνην, ἥ τε ξείνων θέμις ἐστίν. |
| 269 | Primary ἀλλʼ αἰδεῖο, φέριστε, θεούς· ἱκέται δέ τοί εἰμεν, |
| 270 | Primary Ζεὺς δʼ ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε, |
| 271 | Primary ξείνιος, ὃς ξείνοισιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ. |
| 272 | Primary ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ· |
| 273 | Primary νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας, |
| 274 | Primary ὅς με θεοὺς κέλεαι ἢ δειδίμεν ἢ ἀλέασθαι· |
| 275 | Primary οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν |
| 276 | Primary οὐδὲ θεῶν μακάρων, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν· |
| 277 | Primary οὐδʼ ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην |
| 278 | Primary οὔτε σεῦ οὔθʼ ἑτάρων, εἰ μὴ θυμός με κελεύοι. |
| 279 | Primary ἀλλά μοι εἴφʼ ὅπῃ ἔσχες ἰὼν ἐυεργέα νῆα, |
| 280 | Primary ἤ που ἐπʼ ἐσχατιῆς, ἦ καὶ σχεδόν, ὄφρα δαείω. |
| 281 | Primary ὣς φάτο πειράζων, ἐμὲ δʼ οὐ λάθεν εἰδότα πολλά, |
| 282 | Primary ἀλλά μιν ἄψορρον προσέφην δολίοις ἐπέεσσι· |
| 283 | Primary νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθων |
| 284 | Primary πρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης, |
| 285 | Primary ἄκρῃ προσπελάσας· ἄνεμος δʼ ἐκ πόντου ἔνεικεν· |
| 286 | Primary αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον. |
| 287 | Primary ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο νηλέι θυμῷ, |
| 288 | Primary ἀλλʼ ὅ γʼ ἀναΐξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλε, |
| 289 | Primary σὺν δὲ δύω μάρψας ὥς τε σκύλακας ποτὶ γαίῃ |
| 290 | Primary κόπτʼ· ἐκ δʼ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν. |
| 291 | Primary τοὺς δὲ διὰ μελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον· |
| 292 | Primary ἤσθιε δʼ ὥς τε λέων ὀρεσίτροφος, οὐδʼ ἀπέλειπεν, |
| 293 | Primary ἔγκατά τε σάρκας τε καὶ ὀστέα μυελόεντα. |
| 294 | Primary ἡμεῖς δὲ κλαίοντες ἀνεσχέθομεν Διὶ χεῖρας, |
| 295 | Primary σχέτλια ἔργʼ ὁρόωντες, ἀμηχανίη δʼ ἔχε θυμόν. |
| 296 | Primary αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺν |
| 297 | Primary ἀνδρόμεα κρέʼ ἔδων καὶ ἐπʼ ἄκρητον γάλα πίνων, |
| 298 | Primary κεῖτʼ ἔντοσθʼ ἄντροιο τανυσσάμενος διὰ μήλων. |
| 299 | Primary τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸν |
| 300 | Primary ἆσσον ἰών, ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ, |
| 301 | Primary οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι, |
| 302 | Primary χείρʼ ἐπιμασσάμενος· ἕτερος δέ με θυμὸς ἔρυκεν. |
| 303 | Primary αὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεθʼ αἰπὺν ὄλεθρον· |
| 304 | Primary οὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάων |
| 305 | Primary χερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν. |
| 306 | Primary ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν. |
| 307 | Primary ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, |
| 308 | Primary καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα, |
| 309 | Primary πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ. |
| 310 | Primary αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα, |
| 311 | Primary σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δεῖπνον. |
| 312 | Primary δειπνήσας δʼ ἄντρου ἐξήλασε πίονα μῆλα, |
| 313 | Primary ῥηιδίως ἀφελὼν θυρεὸν μέγαν· αὐτὰρ ἔπειτα |
| 314 | Primary ἂψ ἐπέθηχʼ, ὡς εἴ τε φαρέτρῃ πῶμʼ ἐπιθείη. |
| 315 | Primary πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα |
| 316 | Primary Κύκλωψ· αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων, |
| 317 | Primary εἴ πως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη. |
| 318 | Primary ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή. |
| 319 | Primary Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ, |
| 320 | Primary χλωρὸν ἐλαΐνεον· τὸ μὲν ἔκταμεν, ὄφρα φοροίη |
| 321 | Primary αὐανθέν. τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντες |
| 322 | Primary ὅσσον θʼ ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης, |
| 323 | Primary φορτίδος εὐρείης, ἥ τʼ ἐκπεράᾳ μέγα λαῖτμα· |
| 324 | Primary τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι. |
| 325 | Primary τοῦ μὲν ὅσον τʼ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰς |
| 326 | Primary καὶ παρέθηχʼ ἑτάροισιν, ἀποξῦναι δʼ ἐκέλευσα· |
| 327 | Primary οἱ δʼ ὁμαλὸν ποίησαν· ἐγὼ δʼ ἐθόωσα παραστὰς |
| 328 | Primary ἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ. |
| 329 | Primary καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ, |
| 330 | Primary ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλʼ ἤλιθα πολλή· |
| 331 | Primary αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον, |
| 332 | Primary ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας |
| 333 | Primary τρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι. |
| 334 | Primary οἱ δʼ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι, |
| 335 | Primary τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην. |
| 336 | Primary ἑσπέριος δʼ ἦλθεν καλλίτριχα μῆλα νομεύων. |
| 337 | Primary αὐτίκα δʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα |
| 338 | Primary πάντα μάλʼ, οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς, |
| 339 | Primary ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν. |
| 340 | Primary αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας, |
| 341 | Primary ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας, |
| 342 | Primary πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ. |
| 343 | Primary αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα, |
| 344 | Primary σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον. |
| 345 | Primary καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς, |
| 346 | Primary κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο· |
| 347 | Primary Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα, |
| 348 | Primary ὄφρʼ εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει |
| 349 | Primary ἡμετέρη. σοὶ δʼ αὖ λοιβὴν φέρον, εἴ μʼ ἐλεήσας |
| 350 | Primary οἴκαδε πέμψειας· σὺ δὲ μαίνεαι οὐκέτʼ ἀνεκτῶς. |
| 351 | Primary σχέτλιε, πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτο |
| 352 | Primary ἀνθρώπων πολέων, ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας; |
| 353 | Primary ὣς ἐφάμην, ὁ δʼ ἔδεκτο καὶ ἔκπιεν· ἥσατο δʼ αἰνῶς |
| 354 | Primary ἡδὺ ποτὸν πίνων καὶ μʼ ᾔτεε δεύτερον αὖτις· |
| 355 | Primary δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα εἰπὲ |
| 356 | Primary αὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίρῃς· |
| 357 | Primary καὶ γὰρ Κυκλώπεσσι φέρει ζείδωρος ἄρουρα |
| 358 | Primary οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει· |
| 359 | Primary ἀλλὰ τόδʼ ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ. |
| 360 | Primary ὣς φάτʼ, ἀτάρ οἱ αὖτις ἐγὼ πόρον αἴθοπα οἶνον. |
| 361 | Primary τρὶς μὲν ἔδωκα φέρων, τρὶς δʼ ἔκπιεν ἀφραδίῃσιν. |
| 362 | Primary αὐτὰρ ἐπεὶ Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος, |
| 363 | Primary καὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι· |
| 364 | Primary Κύκλωψ, εἰρωτᾷς μʼ ὄνομα κλυτόν, αὐτὰρ ἐγώ τοι |
| 365 | Primary ἐξερέω· σὺ δέ μοι δὸς ξείνιον, ὥς περ ὑπέστης. |
| 366 | Primary Οὖτις ἐμοί γʼ ὄνομα· Οὖτιν δέ με κικλήσκουσι |
| 367 | Primary μήτηρ ἠδὲ πατὴρ ἠδʼ ἄλλοι πάντες ἑταῖροι. |
| 368 | Primary ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ· |
| 369 | Primary Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισιν, |
| 370 | Primary τοὺς δʼ ἄλλους πρόσθεν· τὸ δέ τοι ξεινήιον ἔσται. |
| 371 | Primary ἦ καὶ ἀνακλινθεὶς πέσεν ὕπτιος, αὐτὰρ ἔπειτα |
| 372 | Primary κεῖτʼ ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δέ μιν ὕπνος |
| 373 | Primary ᾕρει πανδαμάτωρ· φάρυγος δʼ ἐξέσσυτο οἶνος |
| 374 | Primary ψωμοί τʼ ἀνδρόμεοι· ὁ δʼ ἐρεύγετο οἰνοβαρείων. |
| 375 | Primary καὶ τότʼ ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς, |
| 376 | Primary ἧος θερμαίνοιτο· ἔπεσσι δὲ πάντας ἑταίρους |
| 377 | Primary θάρσυνον, μή τίς μοι ὑποδείσας ἀναδύη. |
| 378 | Primary ἀλλʼ ὅτε δὴ τάχʼ ὁ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλεν |
| 379 | Primary ἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δʼ αἰνῶς, |
| 380 | Primary καὶ τότʼ ἐγὼν ἆσσον φέρον ἐκ πυρός, ἀμφὶ δʼ ἑταῖροι |
| 381 | Primary ἵσταντʼ· αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων. |
| 382 | Primary οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπʼ ἄκρῳ, |
| 383 | Primary ὀφθαλμῷ ἐνέρεισαν· ἐγὼ δʼ ἐφύπερθεν ἐρεισθεὶς |
| 384 | Primary δίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρ |
| 385 | Primary τρυπάνῳ, οἱ δέ τʼ ἔνερθεν ὑποσσείουσιν ἱμάντι |
| 386 | Primary ἁψάμενοι ἑκάτερθε, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί. |
| 387 | Primary ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες |
| 388 | Primary δινέομεν, τὸν δʼ αἷμα περίρρεε θερμὸν ἐόντα. |
| 389 | Primary πάντα δέ οἱ βλέφαρʼ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴ |
| 390 | Primary γλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι. |
| 391 | Primary ὡς δʼ ὅτʼ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον |
| 392 | Primary εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα |
| 393 | Primary φαρμάσσων· τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν |
| 394 | Primary ὣς τοῦ σίζʼ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ. |
| 395 | Primary σμερδαλέον δὲ μέγʼ ᾤμωξεν, περὶ δʼ ἴαχε πέτρη, |
| 396 | Primary ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ· αὐτὰρ ὁ μοχλὸν |
| 397 | Primary ἐξέρυσʼ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ. |
| 398 | Primary τὸν μὲν ἔπειτʼ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων, |
| 399 | Primary αὐτὰρ ὁ Κύκλωπας μεγάλʼ ἤπυεν, οἵ ῥά μιν ἀμφὶς |
| 400 | Primary ᾤκεον ἐν σπήεσσι διʼ ἄκριας ἠνεμοέσσας. |
| 401 | Primary οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος, |
| 402 | Primary ἱστάμενοι δʼ εἴροντο περὶ σπέος ὅττι ἑ κήδοι· |
| 403 | Primary τίπτε τόσον, Πολύφημʼ, ἀρημένος ὧδʼ ἐβόησας |
| 404 | Primary νύκτα διʼ ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα; |
| 405 | Primary ἦ μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει; |
| 406 | Primary ἦ μή τίς σʼ αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν; |
| 407 | Primary τοὺς δʼ αὖτʼ ἐξ ἄντρου προσέφη κρατερὸς Πολύφημος· |
| 408 | Primary ὦ φίλοι, Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν. |
| 409 | Primary οἱ δʼ ἀπαμειβόμενοι ἔπεα πτερόεντʼ ἀγόρευον· |
| 410 | Primary εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα, |
| 411 | Primary νοῦσον γʼ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι, |
| 412 | Primary ἀλλὰ σύ γʼ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι. |
| 413 | Primary ὣς ἄρʼ ἔφαν ἀπιόντες, ἐμὸν δʼ ἐγέλασσε φίλον κῆρ, |
| 414 | Primary ὡς ὄνομʼ ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων. |
| 415 | Primary Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι |
| 416 | Primary χερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων, |
| 417 | Primary αὐτὸς δʼ εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας, |
| 418 | Primary εἴ τινά που μετʼ ὄεσσι λάβοι στείχοντα θύραζε· |
| 419 | Primary οὕτω γάρ πού μʼ ἤλπετʼ ἐνὶ φρεσὶ νήπιον εἶναι. |
| 420 | Primary αὐτὰρ ἐγὼ βούλευον, ὅπως ὄχʼ ἄριστα γένοιτο, |
| 421 | Primary εἴ τινʼ ἑταίροισιν θανάτου λύσιν ἠδʼ ἐμοὶ αὐτῷ |
| 422 | Primary εὑροίμην· πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινον |
| 423 | Primary ὥς τε περὶ ψυχῆς· μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν. |
| 424 | Primary ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή. |
| 425 | Primary ἄρσενες ὄιες ἦσαν ἐυτρεφέες, δασύμαλλοι, |
| 426 | Primary καλοί τε μεγάλοι τε, ἰοδνεφὲς εἶρος ἔχοντες· |
| 427 | Primary τοὺς ἀκέων συνέεργον ἐυστρεφέεσσι λύγοισιν, |
| 428 | Primary τῇς ἔπι Κύκλωψ εὗδε πέλωρ, ἀθεμίστια εἰδώς, |
| 429 | Primary σύντρεις αἰνύμενος· ὁ μὲν ἐν μέσῳ ἄνδρα φέρεσκε, |
| 430 | Primary τὼ δʼ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους. |
| 431 | Primary τρεῖς δὲ ἕκαστον φῶτʼ ὄιες φέρον· αὐτὰρ ἐγώ γε— |
| 432 | Primary ἀρνειὸς γὰρ ἔην μήλων ὄχʼ ἄριστος ἁπάντων, |
| 433 | Primary τοῦ κατὰ νῶτα λαβών, λασίην ὑπὸ γαστέρʼ ἐλυσθεὶς |
| 434 | Primary κείμην· αὐτὰρ χερσὶν ἀώτου θεσπεσίοιο |
| 435 | Primary νωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ. |
| 436 | Primary ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν. |
| 437 | Primary ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, |
| 438 | Primary καὶ τότʼ ἔπειτα νομόνδʼ ἐξέσσυτο ἄρσενα μῆλα, |
| 439 | Primary θήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκούς· |
| 440 | Primary οὔθατα γὰρ σφαραγεῦντο. ἄναξ δʼ ὀδύνῃσι κακῇσι |
| 441 | Primary τειρόμενος πάντων ὀίων ἐπεμαίετο νῶτα |
| 442 | Primary ὀρθῶν ἑσταότων· τὸ δὲ νήπιος οὐκ ἐνόησεν, |
| 443 | Primary ὥς οἱ ὑπʼ εἰροπόκων ὀίων στέρνοισι δέδεντο. |
| 444 | Primary ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζε |
| 445 | Primary λάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι. |
| 446 | Primary τὸν δʼ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος· |
| 447 | Primary κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλων |
| 448 | Primary ὕστατος; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν, |
| 449 | Primary ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρενʼ ἄνθεα ποίης |
| 450 | Primary μακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις, |
| 451 | Primary πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαι |
| 452 | Primary ἑσπέριος· νῦν αὖτε πανύστατος. ἦ σύ γʼ ἄνακτος |
| 453 | Primary ὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξαλάωσε |
| 454 | Primary σὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ, |
| 455 | Primary Οὖτις, ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον. |
| 456 | Primary εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιο |
| 457 | Primary εἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει· |
| 458 | Primary τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃ |
| 459 | Primary θεινομένου ῥαίοιτο πρὸς οὔδεϊ, κὰδ δέ κʼ ἐμὸν κῆρ |
| 460 | Primary λωφήσειε κακῶν, τά μοι οὐτιδανὸς πόρεν Οὖτις. |
| 461 | Primary ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε. |
| 462 | Primary ἐλθόντες δʼ ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆς |
| 463 | Primary πρῶτος ὑπʼ ἀρνειοῦ λυόμην, ὑπέλυσα δʼ ἑταίρους. |
| 464 | Primary καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ, |
| 465 | Primary πολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄφρʼ ἐπὶ νῆα |
| 466 | Primary ἱκόμεθʼ. ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν, |
| 467 | Primary οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες. |
| 468 | Primary ἀλλʼ ἐγὼ οὐκ εἴων, ἀνὰ δʼ ὀφρύσι νεῦον ἑκάστῳ, |
| 469 | Primary κλαίειν, ἀλλʼ ἐκέλευσα θοῶς καλλίτριχα μῆλα |
| 470 | Primary πόλλʼ ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ. |
| 471 | Primary οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον, |
| 472 | Primary ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. |
| 473 | Primary ἀλλʼ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας, |
| 474 | Primary καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι· |
| 475 | Primary Κύκλωψ, οὐκ ἄρʼ ἔμελλες ἀνάλκιδος ἀνδρὸς ἑταίρους |
| 476 | Primary ἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι. |
| 477 | Primary καὶ λίην σέ γʼ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα, |
| 478 | Primary σχέτλιʼ, ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳ |
| 479 | Primary ἐσθέμεναι· τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι. |
| 480 | Primary ὣς ἐφάμην, ὁ δʼ ἔπειτα χολώσατο κηρόθι μᾶλλον, |
| 481 | Primary ἧκε δʼ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο, |
| 482 | Primary κὰδ δʼ ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιο |
| 483 | Primary τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι, |
| 484 | Primary ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης· |
| 485 | Primary τὴν δʼ αἶψʼ ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα, |
| 486 | Primary πλημυρὶς ἐκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι. |
| 487 | Primary αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν |
| 488 | Primary ὦσα παρέξ, ἑτάροισι δʼ ἐποτρύνας ἐκέλευσα |
| 489 | Primary ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν, |
| 490 | Primary κρατὶ κατανεύων· οἱ δὲ προπεσόντες ἔρεσσον. |
| 491 | Primary ἀλλʼ ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν, |
| 492 | Primary καὶ τότε δὴ Κύκλωπα προσηύδων· ἀμφὶ δʼ ἑταῖροι |
| 493 | Primary μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος· |
| 494 | Primary σχέτλιε, τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα; |
| 495 | Primary ὃς καὶ νῦν πόντονδε βαλὼν βέλος ἤγαγε νῆα |
| 496 | Primary αὖτις ἐς ἤπειρον, καὶ δὴ φάμεν αὐτόθʼ ὀλέσθαι. |
| 497 | Primary εἰ δὲ φθεγξαμένου τευ ἢ αὐδήσαντος ἄκουσε, |
| 498 | Primary σύν κεν ἄραξʼ ἡμέων κεφαλὰς καὶ νήια δοῦρα |
| 499 | Primary μαρμάρῳ ὀκριόεντι βαλών· τόσσον γὰρ ἵησιν. |
| 500 | Primary ὣς φάσαν, ἀλλʼ οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν, |
| 501 | Primary ἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ· |
| 502 | Primary Κύκλωψ, αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπων |
| 503 | Primary ὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν, |
| 504 | Primary φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι, |
| 505 | Primary υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα. |
| 506 | Primary ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ· |
| 507 | Primary ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει. |
| 508 | Primary ἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠύς τε μέγας τε, |
| 509 | Primary Τήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστο |
| 510 | Primary καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν· |
| 511 | Primary ὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω, |
| 512 | Primary χειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς. |
| 513 | Primary ἀλλʼ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην |
| 514 | Primary ἐνθάδʼ ἐλεύσεσθαι, μεγάλην ἐπιειμένον ἀλκήν· |
| 515 | Primary νῦν δέ μʼ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς |
| 516 | Primary ὀφθαλμοῦ ἀλάωσεν, ἐπεί μʼ ἐδαμάσσατο οἴνῳ. |
| 517 | Primary ἀλλʼ ἄγε δεῦρʼ, Ὀδυσεῦ, ἵνα τοι πὰρ ξείνια θείω |
| 518 | Primary πομπήν τʼ ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον· |
| 519 | Primary τοῦ γὰρ ἐγὼ πάϊς εἰμί, πατὴρ δʼ ἐμὸς εὔχεται εἶναι. |
| 520 | Primary αὐτὸς δʼ, αἴ κʼ ἐθέλῃσʼ, ἰήσεται, οὐδέ τις ἄλλος |
| 521 | Primary οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων. |
| 522 | Primary ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· |
| 523 | Primary αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην |
| 524 | Primary εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω, |
| 525 | Primary ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων. |
| 526 | Primary ὣς ἐφάμην, ὁ δʼ ἔπειτα Ποσειδάωνι ἄνακτι |
| 527 | Primary εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα· |
| 528 | Primary κλῦθι, Ποσείδαον γαιήοχε κυανοχαῖτα, |
| 529 | Primary εἰ ἐτεόν γε σός εἰμι, πατὴρ δʼ ἐμὸς εὔχεαι εἶναι, |
| 530 | Primary δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδʼ ἱκέσθαι |
| 531 | Primary υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα. |
| 532 | Primary ἀλλʼ εἴ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι |
| 533 | Primary οἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν, |
| 534 | Primary ὀψὲ κακῶς ἔλθοι, ὀλέσας ἄπο πάντας ἑταίρους, |
| 535 | Primary νηὸς ἐπʼ ἀλλοτρίης, εὕροι δʼ ἐν πήματα οἴκῳ. |
| 536 | Primary ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε κυανοχαίτης. |
| 537 | Primary αὐτὰρ ὅ γʼ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας |
| 538 | Primary ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον, |
| 539 | Primary κὰδʼ δʼ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο |
| 540 | Primary τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι. |
| 541 | Primary ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης· |
| 542 | Primary τὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι. |
| 543 | Primary ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθʼ, ἔνθα περ ἄλλαι |
| 544 | Primary νῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δʼ ἑταῖροι |
| 545 | Primary ἥατʼ ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί, |
| 546 | Primary νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν, |
| 547 | Primary ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης. |
| 548 | Primary μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες |
| 549 | Primary δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης. |
| 550 | Primary ἀρνειὸν δʼ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι |
| 551 | Primary μήλων δαιομένων δόσαν ἔξοχα· τὸν δʼ ἐπὶ θινὶ |
| 552 | Primary Ζηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει, |
| 553 | Primary ῥέξας μηρίʼ ἔκαιον· ὁ δʼ οὐκ ἐμπάζετο ἱρῶν, |
| 554 | Primary ἀλλʼ ὅ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι |
| 555 | Primary νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι. |
| 556 | Primary ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα |
| 557 | Primary ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ· |
| 558 | Primary ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, |
| 559 | Primary δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. |
| 560 | Primary ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, |
| 561 | Primary δὴ τότʼ ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσα |
| 562 | Primary αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι· |
| 563 | Primary οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον, |
| 564 | Primary ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. |
| 565 | Primary ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ, |
| 566 | Primary ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους. |